1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

158

Μόδιον δὲ(10) τῷ τῆς συμβολικῆς διαπλάσεως τρόπῳ κέκληκε τὴν συναγωγὴν τῶν Ἰουδαίων, ἤγουν τὴν σωματικὴν τοῦ νόμου λατρείαν, τῷ πάχει τῶν ἐν τῷ γράμματι συμβόλων παντελῶς ἀδιάγνωστον ἔχουσαν τὸ φῶς τῆς ἐν νοήμασιν ἀληθοῦς ἐπιγνώσεως· ὑφ᾽ ὃν μόδιον κρατεῖσθαι παντελῶς ὁ Λόγος οὐ βούλεται, τῷ ὕψει ἐπικεῖσθαι θέλων καὶ τῷ μεγέθει τοῦ κάλλους τῆς Ἐκκλησίαςπάντας γὰρ ἂν τῷ γράμματι τοῦ νόμου, καθάπερ μοδίῳ, κρατούμενος ὁ Λόγος ἐστέρησε φωτὸς ἀϊδίου, μὴ διδοὺς θεωρίαν πνευματικὴν τοῖς τὴν αἴσθησιν, ὡς ἀπατηλὴν (14Γ_264> καὶ μόνης δεκτικὴν τῆς ἀπάτης καὶ τῆς τῶν συμφυῶν σωμάτων φθορᾶς ὑπάρχουσαν μόνης ἀντιληπτικήν, ἐκδύσασθαι σπεύδουσιν, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, λέγω τὴν Ἐκκλησίαν, ἤγουν τὴν ἐν Πνεύματι λογικὴν λατρείαν, ἵνα πάντας φωτίσῃ, διδάσκων τοὺς ἐν παντὶ τῷ κόσμῳ λόγῳ ζῆν μόνῳ καὶ πολιτεύεσθαι, καὶ τοσοῦτον ἔχειν περὶ τῶν σωμάτων τὴν μέριμναν, ὅσον διὰ πολλῆς φροντίδος τὴν πρὸς αὐτὰ σχέσιν τῆς ψυχῆς παντελῶς διακόψαι καὶ μηδεμίαν διδόναι τὸ σύνολον ὕλης τῇ ψυχῇ φαντασίαν, ἔργον ποιεῖσθαι καὶ σπούδασμα, σβεσθείσης ἤδη τῷ λόγῳ(11) τῆς κατ᾽ ἀρχὰς τὸν μὲν λόγον παρωσαμένης, τὴν ἀλογίαν δὲ τῆς ἡδονῆς, ὄφεως δίκην ἑρπηστικοῦ, προσδεξαμένης αἰσθήσεως· καθ᾽ ἧς ὡρίσθη δικαίως ὁ θάνατος, ἵνα παύσηται τῷ διαβόλῳ πρὸς τὴν ψυχὴν παρεχομένη τὴν εἴσοδον· μία γὰρ ὑπάρχουσα κατὰ τὸ γένος ἡ αἴσθησις(12) πενταπλοῦται τοῖς εἴδεσιν, διὰ τῆς καθ᾽ ἕκαστον εἶδος ἀντιληπτικῆς ἐνεργείας τὸ προσφυὲς αἰσθητὸν ἀντὶ Θεοῦ στέργειν τὴν πλανωμένην ψυχὴν ἀναπείθουσα. ∆ιόπερ ὁ τῷ λόγῳ σοφῶς ἑπόμενος πρὸ τοῦ βεβιασμένου καὶ παρὰ γνώμην θανάτου θάνατον τῆς σαρκὸς ἑκουσίως καταψηφίζεται, τὸν πρὸς αἴσθησιν τῆς γνώμης παντελῆ ποιούμενος χωρισμόν.

Οὐκοῦν ὁ μόνῳ τῷ γράμματι τῆς Γραφῆς παρακαθήμενος μόνην ἔχει τὴν αἴσθησιν κρατοῦσαν τῆς φύσεως· καθ᾽ ἣν ἡ πρὸς τὴν σάρκα τῆς ψυχῆς σχέσις μόνη διαφαίνεσθαι πέφυκεν· τὸ γὰρ γράμμα, μὴ νοούμενον πνευματικῶς, μόνην ἔχει τὴν αἴσθησιν περιγράφουσαν αὐτοῦ τὴν ἐκφώνησιν καὶ μὴ συγχωροῦσαν πρὸς τὸν νοῦν διαβῆναι τῶν γεγραμμένων τὴν δύναμιν. Εἰ δὲ πρὸς μόνην τὴν αἴσθησιν ἔχει τὸ γράμμα τὴν οἰκειότητα, πᾶς ὁ καθ᾽ ἱστορίαν μόνην ἰουδαϊκῶς τὸ γράμμα δεχόμενος κατὰ σάρκα ζῇ, τῆς ἁμαρτίας καθ᾽ ἑκάστην ἡμέραν διὰ τὴν ζῶσαν αἴσθησιν γνωμικῶς ἀποθνῄσκων τὸν θάνατον, μὴ δυνάμενος πνεύματι τὰς πράξεις θανατῶσαι τοῦ σώματος, ἵνα ζῇ τὴν ἐν πνεύματι μακαρίαν ζωήν· «εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε (14Γ_266> ἀποθνῄσκειν», φησὶν ὁ θεῖος Ἀπόστολος· «εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε». Μὴ τοίνυν τὸν θεῖον λύχνον, ἤγουν τὸν φωτιστικὸν τῆς γνώσεως λόγον, ἀνάπτοντες διὰ θεωρίας καὶ πράξεως ὑπὸ τὸν μόδιον θήσωμεν, ἵνα μὴ κατακριθῶμεν ὡς περιγράφοντες τῷ γράμματι τὴν τῆς σοφίας ἀπερίληπτον δύναμιν, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, λέγω τὴν ἁγίαν Ἐκκλησίαν, ἐν τῷ ὕψει τῆς ἀληθοῦς θεωρίας πᾶσι τὸ φῶς τῶν θείων δογμάτων πυρσεύουσαν.

Ταύτην τυχὸν τὴν ἁγίαν Ἐκκλησίαν καὶ ὁ νόμος τυπικῶς προκαταγγέλλων λυχνίαν χρυσῆν ὅλην ναστὴν καὶ τορευτὴν γενέσθαι προσέταξεν, τὸ μὲν ὡς μηδὲν διάκενον ἔχουσαν καὶ τῆς τοῦ λόγου δυνάμεως ἄμοιρον, τὸ δὲ ὡς τῶν ὑλικῶν πάντων περιττωμάτων παντελῶς ἀπεξεσμένην καὶ μηδὲν ἐπίγειον ἔχουσαν· ἥνπερ μετά τινος ἐξαλλαγῆς θαυμαστῶς διαθρήσας ὁ μέγας Ζαχαρίας φησὶ πρὸς τῷ λαμπαδίῳ· «καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς». Τοὺς ἑπτὰ λύχνους ἐνταῦθα καθ᾽ ἕτερον τρόπον ἐκληπτέον ἡμῖν, παρ᾽ ὃν ἤδη τὸν ἐν τῷ Εὐαγγελίῳ λύχνον προεκλαβὼν ἐξέδωκεν ὁ λόγος· οὐ γὰρ πάντοτε καὶ πάντα τὰ τὴν αὐτὴν ἐκφώνησιν ἔχοντα, καθ᾽ ἕνα καὶ τὸν αὐτὸν πάντως νοηθήσεται τρόπον, ἀλλ᾽ ἕκαστον τῶν λεγομένων πρὸς τὴν ὑποκειμένην, δηλονότι τῷ τόπῳ τῆς ἁγίας Γραφῆς, δύναμιν νοητέον, εἰ μέλλοιμεν ὀρθῶς τοῦ σκοποῦ τῶν γεγραμμένων καταστοχάζεσθαι.