1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

186

Πρόσωπον δὲ Κυρίου καθέστηκεν ἡ κατ᾽ ἀρετὴν τῶν θείων ἀληθὴς θεωρία καὶ γνῶσις· ἣν ζητῶν διδάσκεται τὴν αἰτίαν τῆς κατ᾽ αὐτὴν ἐνδείας καὶ ἀπορίας καὶ κελεύεται δοῦναι πρὸς θάνατον τοὺς δύο υἱοὺς (14Γ_382> Σαοὺλ τοὺς ἐκ τῆς παλλακίδος Ῥεσφᾶς καὶ τοὺς πέντε τῆς αὐτοῦ θυγατρὸς Μερὸβ υἱούς. Σαούλ ἐστιν, καθὼς ἔφην, 'αἰτητὸς ᾅδης,' ἤτουν 'ἄγνοια ποθητή·' ποθουμένη δὲ σαφῶς ἐστιν ἄγνοια(24) τὸ γράμμα τὸ νομικόν, ἤγουν τὸ σωματικὸν τῆς ἐν νόμῳ λατρείας κράτος, ὅπερ ἐστὶ τὸ τοῦ νόμου σωματικὸν ἢ νοῦς μόνης κατ᾽ αἴσθησιν ἀντεχόμενος σωματικῶς τῆς ὕλης τοῦ γράμματος. Ῥεσφὰ δέ ἐστιν, κατὰ τὴν αὐτῆς ἑρμηνείαν, 'δρόμος στόματος,' ὅπερ ἐστὶν ἡ τοῦ νόμου κατὰ μόνην τὴν ἐν λόγῳ προφορὰν ἐκμάθησις· δρόμον δὲ ἀληθῶς ἔχει στόματος, ἀλλ᾽ οὐ διανοίας, ὁ τῆς πνευματικῆς τοῦ νόμου θεωρίας ἀλλότριος.

Υἱοὶ δὲ τῆς Ῥεσφᾶς ὑπάρχουσιν Ἑρμονθὶ καὶ Μεμφιβοσθέ. Ἑρμονθὶ δ᾽ ἐστὶν 'ἀνάθεμα αὐτῶν,' ὅπερ ἐστὶν ἡ καθ᾽ ἁμαρτίαν διὰ σώματος φθορὰ τῆς τῶν παθῶν ἐνεργείας ἢ ὁ τόπος, τουτέστιν ὁ κόσμος, ἐν ᾧ τῆς παραβάσεως ἐδόθη τὸ ἐπιτίμιον, ἤγουν ἡ καθ᾽ ἡδονὴν πρὸς τὸν κόσμον ἐνδιάθετος σχέσις, ἢ τυχὸν ἡ πρόσυλος καὶ ἀκαλλὴς τῶν παθῶν καὶ ἀδιάπλαστος κίνησις, Μεμφιβοσθὲ δὲ 'αἰσχύνη στόματος αὐτῶν,' ὅπερ ἐστὶν ἡ παρὰ φύσιν τοῦ νοῦ περὶ κακίαν κίνησις, ἤγουν ἡ ἐπινοητικὴ τῶν παθῶν ἐνθύμησις, ἢ τυχὸν ἡ φιλόκοσμος μελέτη τῶν λογισμῶν καὶ φιλοσώματος, ἢ πάλιν ἡ τοῖς πάθεσιν εἶδος ἐπάγουσα καὶ τὸ καθ᾽ ἡδονὴν πρὸς αἴσθησιν διαπλάττουσα κάλλος τοῦ νοῦ κίνησις· τούτους γὰρ γεννᾶν τοὺς υἱοὺς πέφυκεν ἐκ τῆς κατὰ μόνην τὴν ἐν λόγῳ προφορὰν ἐκμαθήσεως ὅ τε γραπτὸς νόμος καὶ ὁ μόνῳ προσκαθήμενος τῷ γράμματι τοῦ νόμου νοῦς. Μερὸβ δέ, κατὰ τὴν αὐτῆς ἑρμηνείαν, ἐστὶν ἡ τοῦ Σαοὺλ θυγάτηρ, ἡ 'πλησμονὴ τοῦ φάρυγγος,' ὅπερ δηλοῖ τὸ τῆς γαστριμαργίας πάθος. Μόνην γὰρ οἶδε γεννᾶν σώματος τρυφὴν καὶ τὴν τῶν ὑλικῶν ἀπολαυστικὴν διάθεσιν ὅ τε νόμος κατὰ τὸ γράμμα τοῖς συμβόλοις τοὺς κατ᾽ αὐτὸν λατρεύοντας περιγράφων ὅ τε νοῦς διὰ τὴν φιλόσαρκον ζωὴν κατὰ τὸ γράμμα τὸν νόμον τοῖς τύποις περιορίζων. Πέντε δὲ τῆς Μερὸβ θυγατρὸς Σαοὺλ υἱοὶ καθεστήκασιν (14Γ_384> οἱ κατὰ παράχρησιν ἐμπαθεῖς πέντε τρόποι τῶν πέντε αἰσθήσεων, οὓς τίκτειν πάντως εἴωθε τῷ Ἐσδριήλ, ἤγουν τῷ θεωρητικῷ μέρει τῆς ψυχῆς, ἡ μόνου τοῦ σώματος κατὰ νόμον διὰ τρυφῆς ἐπιμελουμένη διάθεσις.

Τούτους τοὺς δύο τοῦ Σαοὺλ υἱούς(25), ἤγουν τὴν ὕλην καὶ τὸ εἶδος, καὶ τοὺς πέντε τοῦ Σαοὺλ υἱωνούς, ἤγουν τοὺς περὶ τὴν ὕλην καὶ τὸ εἶδος κατὰ παράχρησιν πέντε τρόπους τῶν πέντε αἰσθήσεων, λέγω δὲ τὴν ἐμπαθῆ τε καὶ παρὰ φύσιν πρὸς τὰ αἰσθητὰ τῶν αἰσθήσεων συμπλοκήν, ἤγουν τὰ ὑπὸ χρόνον καὶ ῥεῦσιν, μετὰ τὴν τελευτὴν Σαούλ, τουτέστι μετὰ τὴν πάροδον τῆς ἐν νόμῳ κατὰ τὸ γράμμα σωματικῆς λατρείας καὶ τὴν τῆς ἀγνοίας διάβασιν, παραδίδωσι θανατωθῆναι κατὰ τὸν θεῖον χρηματισμὸν ∆αβὶδ ὁ θαυμάσιος τοῖς Γαβαωνίταις, τουτέστι τοῖς κατὰ τὴν φυσικὴν θεωρίαν ὑψηλοτέροις λόγοις καὶ λογισμοῖς ὁ πνευματικὸς νόμος ἢ νοῦς τὴν ἐν τοῖς συμβόλοις πρὸς αἴσθησιν καὶ σῶμα καθολικωτάτην τῶν ὑπὸ χρόνον σχέσιν ἀφανίσαι καὶ θανατῶσαι κατὰ τὸ ὕψος γινομένοις τοῦ βουνοῦ Σαούλ, λέγω δὲ τοῦ νόμου τῆς πνευματικῆς θεωρίας. Εἰ γὰρ μὴ φυσικῶς πρότερόν τις, τὴν ἐν τοῖς συμβόλοις τῶν θείων καὶ νοητῶν διασκοπήσας ἀπέμφασιν(26), ἐλθεῖν ποθήσει κατὰ νοῦν, ἔξω παντελῶς τῶν θείων ἀδύτων τὴν αἴσθησιν θέμενος, πρὸς τὴν τῶν νοητῶν εὐπρέπειαν τῆς ἐν τοῖς τύποις ἀπολυθῆναι καθάπαξ οὐ δύναται σωματικῆς ποικιλίας· καθ᾽ ἥν, ἕως βέβηκε τοῦ γράμματος ἀντεχόμενος, τὴν ἐκ τοῦ λιμοῦ τῆς γνώσεως εἰκότως ἀπορίαν οὐ παραμυθεῖται, τῆς Γραφῆς τὴν γῆν, ἤγουν τὸ σῶμα, κατὰ τὸν ἀπατηλὸν ὄφιν ἐσθίειν ἑαυτὸν καταδικάσας, ἀλλ᾽ οὐ κατὰ Χριστὸν τὸν οὐρανόν, ἤγουν τῆς Γραφῆς τὸ πνεῦμα καὶ τὴν ψυχήν, τουτέστι τὸν οὐράνιον καὶ ἀγγελικὸν ἄρτον, λέγω δὲ τὴν ἐν Χριστῷ τῶν Γραφῶν πνευματικὴν θεωρίαν καὶ