1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

112

καὶ τῆς Βαβυλωνίας ἐκβεβηκότωνταύτην δὲ λέγω τοῦ παρόντος αἰῶνος τὴν σύγχυσινεἶναι παντελῶς ὑπὸ τὸν δωδεκαετῆ χρόνον, δηλοῦντος τοῦ λόγου μυστικῶς ὅτι μόνος ὁ γενόμενος ὑπὲρ αἴσθησιν καὶ χρόνοντοῦτο γὰρ ὁ δώδεκα σημαίνει σαφῶς ἀριθμός, ἐκ πέντε διὰ τὰς αἰσθήσεις (14Γ_062> καὶ ἑπτὰ διὰ τὸν χρόνον συναγόμενοςκαὶ τὴν πρὸς ταῦτα τῆς ψυχῆς διακόψας σχέσιν ἐκβαίνει τῆς αὐτῶν συγχύσεως, πρὸς τὴν ἄνω πόλιν ἐπειγόμενος, ἔχων, χωρὶς παίδων καὶ γυναικῶν, μυριάδας τέσσαρας τρισχιλίους τριακοσίους ἑξήκοντα.

Παῖδές(10) εἰσι τυχὸν οἱ περὶ τῶν φυσικῶν καὶ ἀδιαβλήτων καὶ οὐκ ἐφ᾽ ἡμῖν παθῶν λογισμοί, γυναῖκες δὲ ἢ αἱ ἐνθυμήσεις ἢ αἱ κατὰ φύσιν ὀρέξεις καὶ ἡδοναί, μὴ φέρουσαι τοῖς κεκτημένοις διαβολήν, ὡς ἀναγκαῖον παρακολούθημα καθεστῶσαι φυσικῆς ὀρέξεως. Ἡδονὴν γὰρ ποιεῖ κατὰ φύσιν, καὶ μὴ βουλομένων ἡμῶν, καὶ ἡ τυχοῦσα τροφή, προλαβοῦσαν ἔνδειαν παραμυθουμένη, καὶ πόσις, ἀποκρουομένη τοῦ δίψους τὴν ὄχλησιν, καὶ ὕπνος, τὴν ἐκ τῆς ἐγρηγόρσεως δαπανηθεῖσαν ἀνανεούμενος δύναμιν, καὶ ὅσα τῶν καθ᾽ ἡμᾶς φυσικῶν ἕτερα τυγχάνει, πρὸς μὲν σύστασιν φύσεως ἀναγκαῖα, πρὸς δὲ κτῆσιν ἀρετῆς ὑπάρχοντα χρήσιμα τοῖς σπουδαίοις· ἅπερ κἂν μὴ συναριθμῆται τοῖς ἀνδράσιν, ἀλλὰ συνεκβαίνει παντὶ νοῒ φεύγοντι τῆς ἁμαρτίας τὴν σύγχυσιν, ἵνα μὴ δι᾽ αὐτὰ μείνῃ κρατούμενος εἰς δουλείαν τῶν ἐφ᾽ ἡμῖν καὶ διαβεβλημένων καὶ παρὰ φύσιν παθῶν, οὐκ ἐχόντων ἄλλην ἀρχὴν ἐν ἡμῖν πλὴν τῆς κινήσεως τῶν κατὰ φύσιν παθῶν. Οὐ συναριθμεῖται(11) δέ, ὅτι μὴ πέφυκε πρὸς τὴν ἀθάνατον καὶ μακραίωνα ζωὴν συμμεταβαίνειν ἡμῖν τὰ τὴν φύσιν πρὸς τὴν παροῦσαν ζωὴν συνέχοντα πάθη.

Τέσσαρες δὲ μυριάδες εἰσὶν ἡ τετρὰς τῶν γενικῶν ἀρετῶν· μεθ᾽ ὧν φύσιν καὶ χρόνον διαβὰς ὁ νοῦς πρὸς τὴν μακαρίαν τῆς ἀπαθείας ἀποκαθίσταται λῆξιν. Ὡς γὰρ ἡ μυριὰς τῷ τῆς μονάδος στοιχείῳ μόνη γνωρίζεται(12), παντελῶς δι᾽ ἄλλου γράμματος σημανθῆναι μὴ δυναμένη, ὡς ταὐτὸν οὖσα κατὰ τὸ ὑποκείμενον τῇ μονάδι, κἂν δέχεται μόνῃ τῇ ἐπινοίᾳ διαφοράν, ὡς πρὸς ἀρχὴν τέλος τέλος γὰρ μονάδος ἐστὶν ἡ μυριὰς καὶ (14Γ_064> ἀρχὴ μυριάδος ἐστὶν ἡ μονάς, ἤ, κυριώτερον εἰπεῖν, κινουμένη μονάς ἐστιν ἡ μυριὰς καὶ ἀκίνητος μυριάς ἐστιν ἡ μονάς, οὕτω καὶ πᾶσα τῶν γενικῶν ἀρετὴ τὴν θείαν καὶ ἄρρητον μονάδα, φημὶ τὸν Θεόν, ἀρχὴν ἔχει καὶ τέλος, ὡς ἐξ αὐτοῦ καὶ εἰς αὐτὸν ἀρχομένη καὶ λήγουσα, καὶ ταὐτὸν ὑπάρχουσα τῷ Θεῷ, κατὰ μόνον τῆς ἐπινοίας διαφέρουσα τὸν Λόγον, παρ᾽ οὗ καὶ ἐν ᾧ καὶ εἰς ὃν πᾶσα γένεσις ἀρετῆς προδήλως ὑφέστηκεν.

Ἢ τυχὸν τὰς τέσσαρας προκοπὰς τῶν ἐν τῇ δεκάδι τῶν θείων ἐντολῶν, εἰς μῆκος θεωρίας καὶ γνώσεως προβαινόντων, φησὶν εἶναι τὰς τέσσαρας μυριάδας ὁ λόγος. Οἷον, πρώτη προκοπή ἐστιν ἡ ἁπλῶς ἐν τοῖς εἰσαγομένοις μετὰ τὴν ἀποφυγὴν τῆς κακίας(13) πρᾶξις τῶν ἐντολῶν, πλήρη ποιοῦσα τὴν πρώτην δεκάδα, τὴν αὐτὴν καὶ μονάδα. ∆ευτέρα προκοπή ἐστιν ἡ δι᾽ ἑκάστης ἐντολῆς ἐνεργουμένης τῶν λοιπῶν συμπερίληψις, τὴν αὐτὴν δεκάδα ποιουμένη καὶ ἑκατοντάδα τῇ δι᾽ ἀλλήλων ἑκάστης ἐντολῆς ἐνεργείᾳ συμπληρουμένην. Ἡ γὰρ δεκὰς δεκαχῶς ἐνεργηθεῖσα ποιεῖ τὴν ἑκατοντάδα. Τρίτη προκοπή ἐστιν ἡ κατὰ τὸν νόμον τῆς φύσεως ταύτης τῆς ἑκατοντάδος δεκάπλωσις. ∆εκαδικὸς γὰρ καὶ ὁ τῆς φύσεως νόμος ἐστίν, ὡς ἐκ δέκα συνεστηκώς, λέγω δὲ τῶν τριῶν τῆς ψυχῆς δυνάμεων καὶ τῶν πέντε αἰσθήσεων καὶ τῆς φωνητικῆς ἐνεργείας καὶ τῆς φυσικῆς γονιμότητος· κέχρηται γὰρ τῷ μὲν λογιστικῷ πρὸς τὴν τῆς αἰτίας καὶ τῶν περὶ τὴν αἰτίαν καλῶν ζήτησιν, τῷ ἐπιθυμητικῷ δὲ πρὸς πόθον τῶν ζητουμένων, τῷ δὲ θυμικῷ πρὸς φυλακὴν καὶ στοργήν, ταῖς αἰσθήσεσι δὲ πρὸς διάκρισιν πενταχῶς καὶ αὐτὴν διαιρουμένην, ἐξ ἧς ἐπιστήμη γίνεσθαι πέφυκεδιαιρεῖται γὰρ ἡ καθόλου διάκρισις τοῖς ἠργμένοις καὶ οὐκ ἠργμένοις(14), τοῖς νοητέοις καὶ οὐ νοητέοις, τοῖς ῥητέοις καὶ οὐ ῥητέοις, (14Γ_066> τοῖς ποιητέοις καὶ οὐ ποιητέοις, τοῖς φθαρτοῖς καὶ τοῖς ἀφθάρτοις, τῷ δὲ φωνητικῷ