1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

169

τοῦ θανάτου καὶ τῆς φθορᾶς διὰ τῆς ἀναστάσεως ἐξιασάμενος, χάρις δέ, ὡς τῆς ἐν Πνεύματι τῷ Θεῷ καὶ Πατρὶ διὰ πίστεως υἱοθεσίας καὶ τῆς ἐπαξίως ἑκάστου κατὰ τὴν θέωσιν χάριτος διανομεύς. Ἔδει γάρ, ἔδει κατ᾽ ἀλήθειαν εἰς ἐκείνην γενέσθαι τὴν γῆν τὸ φῶς καὶ τὴν δύναμιν τοῦ Θεοῦ καὶ Πατρός, ἐν ᾗ τὸ σκότος ὑπῆρχε καὶ οἱ μοχλοὶ οἱ αἰώνιοι, ἵνα, τὸ σκότος λύσας τῆς ἀγνοίας, οἷα δὴ φῶς πατρικὸν ὑπάρχων, καὶ τοὺς μοχλοὺς τῆς κακίας συντρίψας ὡς ἐνυπόστατος Θεοῦ δύναμις, τὴν τούτοις δεινῶς ὑπὸ τοῦ πονηροῦ κατησφαλισμένην ἐλευθερώσειε φύσιν, δωρούμενος αὐτῇ φῶς ἀληθοῦς γνώσεως ἄσβεστον καὶ δύναμιν ἀρετῶν ἀκαθαίρετον.

Ὁπηνίκα δὲ τὴν προφητικὴν χάριν, ὡς ἔκ τινος Ἰόππης(15), τῆς τέως ἐνδόξου νομιζομένης σωματικῆς τοῦ νόμου λατρείας εὐαγγελικῶς εἰς τὰ ἔθνη μεταβαίνουσαν καὶ τὸν ἰουδαϊκὸν λαὸν διὰ τὴν αὐτῶν ἀπιστίαν τῆς κατ᾽ αὐτὴν χαρᾶς ἔρημον καταλιμπάνουσαν καὶ διὰ πολλῶν θλίψεων κινδύνων τε καὶ περιστάσεων καὶ πόνων καὶ διωγμῶν καὶ θανάτων τὴν τῶν ἐθνῶν, καθάπερ Νινευή, πρὸς τὸν Θεὸν ἐπιστρέφουσαν Ἐκκλησίαν ἐν ἑαυτῷ τυποῖ μυστικῶς ὁ προφήτης, τὴν Ἰόππην ἀφίησιν, τῆς κατὰ νόμον δηλαδὴ λατρείας ἀφισταμένην τὴν χάριν σημαίνων τῆς προφητείας καὶ ἐν τῇ θαλάσσῃ γινομένην τῶν ἀκουσίων περιστάσεων καὶ ἐν τῷ κλύδωνι τῶν ἐν τοῖς διωγμοῖς ἐπαναστάσεων καὶ τῶν ἐπ᾽ αὐταῖς ἀγώνων καὶ πόνων καὶ κινδύνων καὶ ὑπὸ τοῦ κήτους τοῦ θανάτου καταπινομένην μέν, οὐδαμῶς δὲ παντελῶς διαφθειρομένην. Οὐ γὰρ ἴσχυσεν τὸν δρόμον τῆς εὐαγγελικῶς τοῖς ἔθνεσι καταγγελθείσης κωλῦσαι χάριτος τῶν ὄντων οὐδέν, οὐ θλίψις οὐ στενοχωρία οὐ διωγμὸς οὐ λιμὸς οὐ κίνδυνος οὐ μάχαιρα· τοὐναντίον μὲν οὖν, διὰ τούτων ἡ χάρις ἐβεβαιώθη, πάντων τῶν ἐπαναστάντων κρατήσασα καὶ ἐν τῷ πάσχειν πλέον τοὺς δρῶντας νικήσασα, καὶ τὴν φύσιν πλανωμένην ἐπέστρεψεν ἐπὶ Θεὸν ζῶντα καὶ ἀληθινόν, (14Γ_312> ὥσπερ Ἰωνᾶς τὴν Νινευή. Κἂν ἐδόκει διὰ τῆς ἐπηρείας τῶν διωγμῶν καλύπτειν τὴν χάριν ὁ πονηρός, ὡς τὸν προφήτην τὸ κῆτος, ἀλλ᾽ εἰς τέλος κατέχειν οὐκ ἠδυνήθη, τῆς ἐνεργούσης τὴν χάριν δυνάμεως ἀλλοιῶσαι τὴν ἰσχὺν οὐ δυνάμενος. Ὅθεν καὶ λαμπροτέραν μᾶλλον ἐποίει μετὰ τὴν πεῖραν τῶν ἐναντίων τὴν χάριν ἐν τοῖς αὐτῆς φοιτηταῖς διαφαίνεσθαι τοσοῦτον, ὅσον αὐτὸς ταῖς προσβολαῖς τὴν οἰκείαν ὑπεφθείρετο δύναμιν(16), ὁρῶν ἑαυτῷ παντάπασι τὴν χάριν οὐ μόνον ἀνάλωτον, ἀλλὰ καὶ τὴν φυσικὴν τῶν καταγγελλόντων αὐτὴν τοῖς ἔθνεσιν ἁγίων ἀσθένειαν ἰσχὺν τῆς αὐτοῦ καθαιρετικὴν δυναστείας γινομένην καὶ παντὸς ὕψους ἐπαιρομένου κατὰ τῆς γνώσεως τοῦ Θεοῦ παντελῶς ἀφανιστικὴν καὶ τῷ δοκεῖν σωματικῶς ἁλῶναι ταῖς ἐπηρείαις μᾶλλον πνευματικῶς δυναμουμένην.

Ὅπερ ἐκ τοῦ παθεῖν τῇ πείρᾳ μαθὼν ὁ ἐν καινότητι πνεύματος, ἀλλ᾽ οὐ παλαιότητι γράμματος, τῆς ἐν Χριστῷ πρὸς τὰ ἔθνη διάκονος προφητικῆς γενόμενος χάριτος Παῦλος, ἡ μεγάλη σάλπιγξ τῆς ἀληθείας, «ἔχομέν» φησιν «τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν», θησαυρὸν λέγων τὸν λόγον τῆς χάριτος, ὀστράκινον δὲ σκεῦος τὸ σῶμα τοῦτο τὸ παθητὸν ἢ τὴν ἐν τῷ λόγῳ τῷ κατὰ προφορὰν νομιζομένην ἰδιωτείαν, τὴν πᾶσαν τοῦ κόσμου τὴν σοφίαν νικήσασαν, ἢ χωρήσασαν, καθ᾽ ὅσον ἐστὶν ἐφικτόν, τὴν ἀχώρητον τῷ κόσμῳ παντάπασι τοῦ Θεοῦ σοφίαν, καὶ τοῦ κατ᾽ αὐτὴν φωτὸς τῆς ἀληθοῦς ἐπιγνώσεως τὴν οἰκουμένην ὅλην πληρώσασαν, «ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως, φησίν, ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι ἀλλ᾽ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ᾽ οὐκ ἐξ απορούμενοι, διωκόμενοι ἀλλ᾽ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ᾽ οὐκ ἀπολλύμενοι, πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ· ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ (14Γ_314> ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν· ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν». Ὑπὲρ