1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

182

Μερόβ, θυγατρὸς Σαούλ, οὓς ἔτεκε τῷ Ἐσδριήλ, καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαωνιτῶν· καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἐναντίον Κυρίου. Καὶ ἔπεσον ἐκεῖ οἱ ἑπτὰ ἐπὶ τὸ αὐτό, καὶ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ ἐν ἀρχῇ θερισμοῦ κριθῶν. Καὶ ἔλαβε Ῥεσφά, θυγάτηρ Ἔα, τὸν σάκκον καὶ διέστρωσεν αὐτὸν ἑαυτῇ ἐπὶ τὴν πέτραν, ἕως ἔσταξαν ἐπ᾽ αὐτοὺς ὕδατα Θεοῦ ἐξ οὐρανοῦ. Καὶ ἐποίησε πάντα ὅσα ἐνετείλατο ὁ βασιλεύς. Καὶ ἐπήκουσεν ὁ Θεὸς τῇ γῇ μετὰ ταῦτα». ∆ιὰ τί μετὰ τὸν θάνατον Σαοὺλ ὁ ∆αβὶδ ἀπῃτήθη δίκας, λιμοῦ κρατήσαντος τὴν γῆν, ἕως ἔδωκε τοὺς ἐκ (14Γ_364> τοῦ σπέρματος Σαοὺλ ἑπτὰ ἄνδρας θανατωθῆναι τοῖς Γαβαωνίταις; Τίς ἡ τούτων δύναμις τῶν λόγων καὶ πῶς πνευματικῶς αὐτοὺς θεωρήσομεν;

Ἀπόκρισις. Ἡ μὲν ἀκριβὴς γνῶσις τῶν λογίων τοῦ Πνεύματος μόνοις ἀποκαλύπτεσθαι

πέφυκε τοῖς ἀξίοις τοῦ Πνεύματος· οἳ διὰ πολλὴν τῶν ἀρετῶν ἐπιμέλειαν τῆς τῶν παθῶν αἰθάλης τὸν νοῦν ἐκκαθάραντες(1), ἐσόπτρου δίκην καθαροῦ τε καὶ διαυγοῦς, ἅμα τῇ πρώτῃ προσβολῇ, καθάπερ πρόσωπον, ἐντυπουμένην αὐτοῖς καὶ ἐμπίπτουσαν τὴν τῶν θείων ὑποδέχονται γνῶσιν· οἷς δὲ κατ᾽ ἐμὲ ταῖς τῶν παθῶν κηλίσιν ὁ βίος κατέστικται, μόλις, κἂν ἐξ εἰκότων τινῶν στοχασμῶν, τεκμηριῶσαι τὴν τῶν θείων γνῶσίν ἐστι δυνατόν, μὴ ὅτι γε νοῆσαί τε καὶ φράσαι ταύτην δι᾽ ἀκριβείας ἀπαυθαδίζεσθαι. Καὶ οἶδα σαφῶς ἔγωγε ὅτι πάσχων αὐτὸς γινώσκεις τὰ θεῖα μᾶλλον, τίμιε πάτερ(2), καὶ πείρᾳ λαβὼν ἔχεις τούτων τὴν ἐπιστήμην ἤπερ ἐγὼ λέγων ἐπίσταμαι, μηδὲν ἐκ τοῦ παθεῖν ἀποφήνασθαι περὶ τῶν θείων δυνάμενος. Πλὴν καὶ τὸ κατὰ δύναμιν οὐκ ἀπόβλητον, καὶ μάλισθ᾽ ὑμῖν τοῖς ἐπιτάξασι καὶ τόνδε μοι περὶ τῶν ὑπὲρ δύναμιν τοῦ λέγειν πόνον ἐπιθεμένοις.

Σαοὺλ τοίνυν ἐστίν, κατὰ τόνδε τῆς Γραφῆς τὸν τόπον(3), ὁ βασιλεύων κατὰ δύναμιν ἐντολῆς σαρκίνης τῶν σαρκικῶν Ἰουδαίων ἐν γράμματι νόμος, ἤγουν ὁ βασιλεύων τῶν ἀγομένων μόνῳ τῷ γράμματι τοῦ νόμου σωματικὸς τρόπος ἢ λογισμός. 'Αἰτητὸς' γὰρ 'ᾄδης,' κατὰ μίαν ἐπιβολήν, Σαοὺλ ἑρμηνεύεται· τῆς γὰρ ἐν Πνεύματι Θεοῦ κατ᾽ ἀρετὴν διεξαγομένης ζωῆς τε καὶ βασιλείας προτιμήσας τὴν φιλήδονον ζωὴν ὁ τῶν Ἰουδαίων λαὸς ᾐτήσατο τὸν ᾅδην ἤγουν τὴν ἄγνοιαν ἀντὶ τῆς γνώσεως αὐτοῦ βασιλεύειν· πᾶς γὰρ ὁ τῆς θείας ἐκπεπτωκὼς ἀγάπης τὸν ἐν τῇ σαρκὶ νόμον ἔχει διὰ τῆς ἡδονῆς βασιλεύοντα, (14Γ_368> τὸν μηδεμίαν θείαν ἐντολὴν φυλάξαι δυνάμενον ἢ μὴ βουλόμενον.

Κατ᾽ ἄλλον δὲ τρόπον Σαοὺλ ἑρμηνεύεται 'δεδανεισμένος ἢ δάνειον'. Οὐ γὰρ ἐδόθη ὁ γραπτὸς νόμος τοῖς λαβοῦσιν εἰς κτῆσιν περιουσίας, ἀλλ᾽ εἰς παιδαγωγίαν προσδοκωμένης ἐπαγγελίας. ∆ιὸ καὶ δοὺς τῷ Σαοὺλ τὴν βασιλείαν Θεὸς ἐν τῇ πρὸς αὐτὸν ∆ιαθήκῃ αἰώνιον οὐ καθυπέσχετο τὴν βασιλείαν. Πᾶν γὰρ δάνειον οὐ γίνεται τῷ λαβόντι κτῆμα περιουσίας, ἀλλὰ πρόφασις καμάτου καὶ πόνων εἰς ἄλλης περιουσίας συλλογήν. Ἡ δὲ τοῦ Σαοὺλ παλλακὴ Ῥεσφὰ 'δρόμος' ἑρμηνεύεται 'στόματος'. ∆ρόμος δὲ στόματός ἐστιν ἡ κατὰ μόνην τὴν ἐν λόγῳ προφορὰν τοῦ νόμου μάθησις, ἣν εἰσοικίζεται παρανόμως ὁ μόνην τὴν σωματικὴν τοῦ νόμου περιέπων λατρείαν, ἀφ᾽ ἧς οὐδὲν εὐσεβὲς γεννᾷ καὶ φιλόθεον. Ὁ γὰρ μόνην τὴν σωματικὴν τοῦ νόμου κατὰ προφορὰν λόγου μάθησιν ἐξασκούμενος(4) νόμιμον οὐκ ἔχει τὴν πρὸς τὸν λόγον, ἤγουν τὴν μάθησιν τοῦ νόμου, συμβίωσιν. Ὅθεν δυσγενῆ καὶ ἀπόβλητα καθέστηκεν αὐτοῦ τὰ γεννώμενα. Γεννᾶται γὰρ αὐτῷ διὰ τὴν παράνομον κοίτην ἐκ τῆς Ῥεσφᾶς ὁ Ἑρμονθὶ καὶ ὁ Μεμφιβοσθέ, ὅπερ ἐστὶν ἀνάθεμα αὐτῶν καὶ αἰσχύνη στόματος αὐτῶν. Ἑρμονθὶ γάρ, κατὰ μίαν ἐπιβολήν, 'ἀνάθεμα αὐτῶν' ἑρμηνεύεται καὶ Μεμφιβοσθὲ 'αἰσχύνη στόματος αὐτῶν·' ἀνάθεμα δὲ αὐτῶν ἐστιν ἡ διὰ σώματος καθ᾽ ἁμαρτίαν φθορὰ τῆς τῶν παθῶν ἐνεργείας(5)· Μεμφιβοσθὲ δέ ἐστιν ἡ παρὰ φύσιν τοῦ νοῦ περὶ κακίαν κίνησις, ἤγουν ἡ κατὰ νοῦν ἐπινοητικὴ