1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

63

φύσει τῶν ἀνθρώπων, ἀλλ᾽ ἐπ᾽ οἰκονομίᾳ παιδαγωγούσῃ πρὸς τὸ μεῖζόν τε καὶ μυστικώτερον· καθ᾽ ὃ σημαινόμενον οἶμαι τὸν Κύριον φάναι πρὸς τὴν Σαμαρεῖτιν γυναῖκα· καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σός. Ἤιδει γὰρ εἰς τὸ Εὐαγγέλιον τὴν φύσιν μετενεχθήσεσθαι. ∆ιὸ καὶ περὶ ἕκτην ὥραν, ὅτε μάλιστα πανταχόθεν ἡ ψυχὴ περιλάμπεται ταῖς ἀκτῖσι τῆς γνώσεως διὰ τὴν πρὸς αὐτὴν τοῦ Λόγου παρουσίαν, (14Β_266> τῆς ἐν νόμῳ σκιᾶς ἀπογενομένης, αὐτῇ διελέγετο, καὶ παρὰ τὸ φρέαρ τοῦ Ἰακώβ, παρὰ τὴν πηγὴν δηλαδὴ σὺν τῷ Λόγῳ τῶν γραφικῶν ἱσταμένῃ θεωρημάτων.

Ταῦτα καὶ περὶ τούτου τέως εἰρήσθω. ΣΧΟΛΙΟΝ 1. Τό φρέαρ τοῦ Ἰακώβ, ἐστίν ἡ Γραφή· τό δέ ὕδωρ, ἐστίν ἡ ἐν τῇ Γραφῇ

γνῶσις, τό δέ βάθος ἡ τῶν γραφικῶν αἰνιγμάτων δυσδιεξίτητος θέσις, τό δέ ἄντλημα, ἐστί, ἡ διά τῶν γραμμάτων τοῦ θείου λόγου μάθησις, ἥν οὐκ εἶχεν ὁ Κύριος αὐτολόγος ὑπάρχων, καί οὐ τήν ἐκ μαθήσεως καί μελέτης γνῶσιν διδούς τοῖς πιστεύουσιν, ἀλλά τήν ἐκ χάριτος πνευματικῆς ἀένναον σοφίαν, καί μηδέποτε λήγουσαν τοῖς ἀξίοις δωρούμενος. Τό γάρ ἄντλημα, τουτέστιν ἡ μάθησις, μέρος ἐλάχιστον λαμβάνουσα γνώσεως, τό πᾶν ἐᾷ μηδενί λόγῳ κρατούμενον. Ἡ δέ κατά χάριν γνῶσις, ὅλην ἔχει καί δίχα μελέτης τήν ἐφικτήν ἀνθρώποις σοφίαν, πρός τάς χρείας ποικίλως βλυστάνουσαν.

ΜΒ (42). ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΗΜΕΙΣ ΛΕΓΟΜΕΘΑ ΠΟΙΗΣΑΙ ΤΗΝ ΑΜΑΡΤΙΑΝ, Ο ∆Ε

ΚΥΡΙΟΣ ΓΕΝΕΣΘΑΙ ΜΕΝ ΑΜΑΡΤΙΑ, ΜΗ ΕΙ∆ΕΝΑΙ ∆Ε ΑΥΤΗΝ; 42. ΕΡΩΤΗΣΙΣ ΜΒ' Πῶς ἡμεῖς μὲν ποιῆσαι λεγόμεθα τὴν ἁμαρτίαν καὶ εἰδέναι, ὁ δὲ Κύριος

γενέσθαι μὲν ἁμαρτία λέγεται, μὴ γνῶναι δὲ αὐτήν; Πῶς δὲ καὶ τοῦ ποιῆσαι καὶ εἰδέναι αὐτὴν οὐκ ἔστι βαρύτερον τὸ γενέσθαι καὶ μὴ γνῶναι; Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, φησίν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν.

Ἀπόκρισις. Φθαρεῖσα πρότερον τοῦ κατὰ φύσιν λόγου τοῦ Ἀδὰμ ἡ προαίρεσις τὴν φύσιν

ἑαυτῇ συνέφθειρεν, ἀποθεμένην τῆς ἀπαθείας (14Β_268> τὴν χάριν. Καὶ γέγονεν ἁμαρτία, πρώτη μὲν καὶ εὐδιάβλητος, ἡ πρὸς κακίαν ἀπὸ τοῦ ἀγαθοῦ τῆς προαιρέσεως ἔκπτωσις, δευτέρα δέ, διὰ τὴν πρώτην, ἡ τῆς φύσεως ἐξ ἀφθαρσίας εἰς φθορὰν ἀδιάβλητος μεταποίησις. ∆ύο γὰρ ἁμαρτίαι γεγόνασιν ἐν τῷ προπάτορι κατὰ τὴν παράβασιν τῆς θείας ἐντολῆς, ἡ μὲν διαβεβλημένη, ἡ δὲ ἀδιάβλητος, αἰτίαν ἔχουσα τὴν διαβεβλημένην, καὶ ἡ μὲν προαιρέσεως, ἑκουσίως ἀποθεμένης τὸ ἀγαθόν, ἡ δὲ φύσεως, ἀκουσίως διὰ τὴν προαίρεσιν ἀποθεμένης τὴν ἀθανασίαν. Ταύτην οὖν τὴν διάλληλον φθοράν τε καὶ ἀλλοίωσιν τῆς φύσεως ὁ Κύριος ἡμῶν καὶ Θεὸς διορθούμενος, ὁλόκληρον τὴν φύσιν λαβών, εἶχε καὶ αὐτὸς ἐν τῇ ληφθείσῃ φύσει τὸ παθητὸν τῇ κατὰ προαίρεσιν ἀφθαρσίᾳ κοσμούμενον, καὶ γέγονε φύσει μὲν διὰ τὸ παθητὸν ὑπὲρ ἡμῶν ἁμαρτία, μὴ γνοὺς δὲ τὴν γνωμικὴν ἁμαρτίαν διὰ τὴν ἀτρεψίαν τῆς προαιρέσεως· τὸ δὲ παθητὸν τῆς φύσεως διὰ τὴν ἀφθαρσίαν τῆς προαιρέσεως διωρθώσατο, τὸ τέλος τοῦ παθητοῦ τῆς φύσεως, φημὶ δὲ τὸν θάνατον, τῆς κατὰ φύσιν πρὸς ἀφθαρσίαν μεταποιήσεως ἀρχὴν ποιησάμενος. Καὶ γέγονεν, ὥσπερ δι᾽ ἑνὸς ἀνθρώπου τραπέντος ἑκουσίως ἀπὸ τοῦ ἀγαθοῦ τὴν προαίρεσιν εἰς πάντας ἀνθρώπους ἡ τῆς φύσεως ἐξ ἀφθαρσίας εἰς φθορὰν μεταποίησις, οὕτως δι᾽ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ, μὴ τραπέντος ἀπὸ τοῦ ἀγαθοῦ τὴν προαίρεσιν, εἰς πάντας ἀνθρώπους ἡ τῆς φύσεως ἐκ φθορᾶς εἰς ἀφθαρσίαν ἀποκατάστασις.

Τὴν ἐμὴν οὖν μὴ γνοὺς ἁμαρτίαν ὁ Κύριος, τουτέστι τὴν τροπὴν τῆς ἐμῆς προαιρέσεως, τὴν ἐμὴν οὐκ ἔλαβεν ἁμαρτίαν οὔτε γέγονεν, ἀλλὰ τὴν δι᾽ ἐμὲ [γέγονεν] ἁμαρτίαν, τουτέστι τὴν διὰ τὴν τροπὴν τῆς ἐμῆς προαιρέσεως φθορὰν τῆς