1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

36

μυσταγωγίαις ἀγνώστως νοούμενον, ἢ κυριώτερον εἰπεῖν, ἀνοήτως γινωσκόμενον λόγον τῆς πίστεως, ὑπὲρ ὃν οὐδὲν τίθεται τῶν ὄντωνοὐκ αἴσθησιν οὐ λόγον οὐ νοῦν οὐ νόησιν οὐ γνῶσιν οὐ γινωσκόμενον οὐ νοούμενον οὐ 14Β_156 λεγόμενον οὐκ αἰσθητὸν οὐκ αἰσθανόμενονὁ τὴν ἐπαινετὴν καὶ ὑπερέχουσαν ἑαυτοῦ τε καὶ τῶν ὄντων παντελῆ καὶ διαφερόντως θεοποιὸν στέρησιν συνασκούμενος νοῦς. Γυνὴ δὲ τοῦ τοιούτου νοός ἐστιν ἡ πάσης αἰσθητῆς φαντασίας καθαρεύουσα διάνοια, καθάπερ κεφαλὴν ἔχουσα τὸν νοῦν, ταῖς ἀνάρχοις καὶ ὑπὲρ νόησιν τῶν ἀρρήτων καὶ ἀγνώστων δογμάτων ἐπιβολαῖς πεπυκασμένον. Κεφαλὴ δὲ Χριστοῦ, τουτέστι τοῦ καθ᾽ ὑπεροχὴν μυστικῶς ἀποπεφασμένου λόγου, ἔστιν ὁ πάντων ἀπολύτως κατὰ πάντα τρόπον ἀπείρως ἐξῳκισμένος Νοῦς, ὃν ὡς φύσει Νοῦ Λόγος ὑπάρχων ὁ Χριστὸς νοούμενος ποιεῖ γνωστὸν τοῖς ἀξίοις. Ὁ γὰρ ἑωρακὼς ἐμέ, φησίν, ἑώρακε τὸν Πατέρα. Καὶ γὰρ ἀληθῶς ἡ τοῦ Λόγου νόησις ἀρίδηλος τοῦ γεννήσαντος αὐτὸν Νοῦ καθέστηκε γνῶσις, ὡς ἐν ἑαυτῷ δεικνύντος ὑφιστάμενον κατ᾽ οὐσίαν τὸν Νοῦν, πρὸς ὃν ἀνάγει τὸν ἐφιέμενον τῆς πρὸς Θεὸν κατὰ χάριν ταὐτότητος νοῦν, ἀπολυθέντα τῆς ἐν πλήθει τῶν ὄντων κατὰ τὴν νόησιν διαφορᾶς καὶ ποσότητος καὶ εἰς θεοειδῆ μονάδα συναχθέντα τῇ ταὐτότητί τε καὶ ἁπλότητι τῆς περὶ Θεὸν ἐπιτατικῆς ἀεικινησίας.

Πᾶς τοιγαροῦν πρακτικὸς νοῦς προσευχόμενος ἢ προφητεύων, τουτέστι τῶν ἀρετῶν ἐξαιτούμενος λόγους οὕτω γὰρ νοητέον τὸ προσευχόμενοςἢ τοὺς αὐτῶν τοῖς ἔργοις ἐκφαίνων τρόπουςοὕτω γὰρ ἐκληπτέον τὸ προφητεύων,, μόνον ὁρᾶν ὤφειλε γυμνὸν τὸν τῆς πίστεως λόγον, μηδὲν νοῶν ἢ λογιζόμενος ἢ ποιῶν κατὰ πρόσκλησιν ἐπικαλύπτων τὴν κεφαλήν, ὑπὲρ αὐτὴν ἄλλό τι τιθέμενος. Καὶ πᾶσα γυνή, τουτέστι πρακτικοῦ νοὸς ἕξις, προσευχομένη ἢ προφητεύουσα ἤγουν κατὰ διάθεσιν ἀφανῶς κινουμένη ἢ τοῖς ἐκτὸς ἤθεσι διαπλάττουσα τὴν ἀρετὴν ἄνευ λογικῆς διακρίσεως, καταισχύνει τὴν 14Β_158 κεφαλὴν αὐτῆς, πρὸς πάθος μετερχομένη τὸ ἀγαθόν, οἷα τοῦ καλλωπίζοντος, ὡς ἐπιβλήματος, ἐστερημένη λόγου. Καὶ πᾶς νοῦς τὴν φυσικὴν ἀσκούμενος θεωρίαν, προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων, τουτέστι γνωστικῶς τοὺς τῶν ὄντων λόγους ἐπιζητῶν ἢ τούτους διδασκαλικῶς ἄλλοις παραδιδοὺς μετὰ τῆς πρὸς ἄλλό τι καθ᾽ οἱονδήποτε τρόπον ῥοπῆς ἄνευ τοῦ κατ᾽ εὐσέβειαν σκοποῦ, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ, ὡς ὑπερθέμενός τι τῶν παρερχομένων τῆς ὀρθῆς κατ᾽ εὐσέβειαν γνώσεως. Καὶ πᾶσα γυνή, τουτέστιν αἴσθησις, φυσικῶς τοῖς αἰσθητοῖς προσβάλλουσα, κατὰ κεφαλῆς μὴ ἔχουσα τοὺς νοεροὺς τῶν ὁρωμένων λόγους αὐτὴν περικαλύπτοντας, καταισχύνει τὴν κεφαλὴν αὐτῆς, πρὸς πάθος διὰ τὴν φυσικὴν σχέσιν τὴν τῶν ὁρωμένων ἐπερχομένη θεωρίαν. Καὶ πᾶς νοῦς μυστικῆς γενόμενος ἐραστὴς θεολογίας, προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων, τουτέστι ταῖς ἀδύτοις ἐμβατεύων ἀγνώστως θεωρίαις ἢ διδάσκων καὶ μυσταγωγῶν ἄλλους πρὸς θεολογίαν, εἴ τινα μορφὴν σχοίη νοήσεως, τὸν ὑπὲρ νόησιν λόγον μυσταγωγούμενος ἢ μυσταγωγῶν, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ, τὸν ἁπλοῦν καὶ ὑπερέκεινα πάσης νοήσεως ὑποθείς τινι τῶν ὄντων καὶ γινωσκομένων, δέον πάσης αὐτὸν γυμνὸν ἐννοίας καὶ γνώσεως ἀνομμάτως ὁρᾶν τὸν ἀληθῆ Θεὸν Λόγον, γινώσκοντα σαφῶς ὡς ἐπὶ Θεοῦ μᾶλλον αἱ καθ᾽ ὑπεροχὴν στερήσεις ἀληθεύουσι, ποσῶς μηνύουσαι τὴν θείαν θέσιν διὰ τῆς τῶν ὄντων παντελοῦς ἀφαιρέσεως. Καὶ πᾶσα γυνή, διάνοια τοῦ τοιούτου νοός, προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, τουτέστιν ἄφετος τῆς ἐπ᾽ αὐτῇ πολλοῖς πεπυκνωμένης μυστικοῖς θεωρήμασι νοερᾶς δυνάμεως, καταισχύνει τὴν κεφαλὴν αὐτῆς, ἀποβαλομένη τήν, ὡς κεφαλὴν καλύπτουσαν τὸν νοῦν, θείαν καὶ ἀπόρρητον γνῶσιν.