1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

138

νομιζομένων τὴν πρόθεσιν, καὶ τὸν ἄλλον καιρόν, ἤγουν αἰῶνα, καθ᾽ ὃν παροῦσα φανήσεται κατ᾽ ἐνέργειαν, πάντας ἀναλόγως, καθὼς ἕκαστός ἐστιν αὐτῆς δεκτικός, μεταποιοῦσα πρὸς τὴν θείαν ὁμοίωσιν· ἣν δόξαν τυχὸν τοῖς ὑπὲρ ἀρετῆς μεθεπομένην πόνοις προεῖπεν ὁ λόγος.

Ταῦτα μὲν ἐρεῖ τις ἀπολογούμενος πρὸς τὸν λέγοντα τί δήποτε μὴ ζήτησιν καὶ ἐρεύνησιν, ἀλλ᾽ ἐκζήτησιν ἐνταῦθα καὶ ἐξερεύνησιν εἶπεν ἡ Γραφή, καὶ τὸν πρόχειρον νοῦν ἐμφαντικῶς προδεικνύμενος. Ἐγὼ δὲ καὶ ἄλλον οἶδα παρά τινος σοφοῦ λόγον ἀκούσας. Ἕλεγε γὰρ ἐκεῖνος, μυστικώτερον τὸν περὶ τῆς ἀρχῆς καὶ τοῦ τέλους τῆς τε ζητήσεως καὶ τῆς ἐκζητήσεως λόγον ποιούμενος, πρὸς μὲν τὴν ἀρχὴν τετάχθαι φυσικῶς τὴν ζήτησιν, πρὸς δὲ τὸ τέλος τὴν ἐκζήτησιν· οὐ γάρ τις φυσικῶς ἐκζητεῖ τὴν ἀρχήν, ὥσπερ οὐδὲ ζητεῖ φυσικῶς τὸ τέλος, ἀλλὰ τὴν μὲν ἀρχὴν ζητεῖ, τὸ δὲ τέλος ἐκζητεῖ. Ἀφ᾽ οὗ γάρ, ἔφασκεν, ἅμα τῷ εἶναι διὰ τῆς παρακοῆς τὴν οἰκείαν ἀρχὴν ὀπίσω ποιήσας ὁ ἄνθρωπος ζητεῖν οὐκ ἠδύνατο τὸ κατόπιν αὐτοῦ γεγενημένον, καὶ ἐπειδὴ φυσικῶς ἡ ἀρχὴ περιγράφει τῶν ὑπ᾽ αὐτῆς γεγενημένων τὴν κίνησιν, εἰκότως προσηγορεύθη καὶ τέλος, εἰς ὅπερ, ὡς αἰτίαν τῆς τῶν κινουμένων κινήσεως, δέχεται πέρας ὁ δρόμος.

Ἐκζητῶν οὖν τὸ ἑαυτοῦ τέλος ὁ ἄνθρωπος εἰς τὴν ἀρχὴν καταντᾷ, φυσικῶς ἐν τῷ τέλει τυγχάνουσαν· ἧς ἀπολιπὼν τὴν ζήτησιν, τὴν αὐτῆς, ὡς τέλους φύσει, μετῆλθεν ἐκζήτησιν. Οὐ γὰρ ἦν αὐτῆς διαφυγεῖν τὴν περιγραφήν, πανταχόθεν αὐτὸν περιϊσταμένην καὶ τὴν αὐτοῦ περιορίζουσαν κίνησιν. Οὐκ ἦν οὖν ζητῆσαι τὴν ἀρχήν, ὡς ἔφην, ὀπίσω γεγενημένην, ἀλλ᾽ ἐκζητῆσαι τὸ τέλος ἐμπρὸς ὑπάρχον, ἵνα γνῷ διὰ τοῦ τέλους τὴν ἀπολειφθεῖσαν ἀρχήν, ἐπειδὴ μὴ ἔγνω τὸ τέλος ἐκ τῆς ἀρχῆς.

(14Γ_178> Καὶ τοῦτο τυχὸν ὁ σοφὸς μυσταγωγῶν Σολομών φησιν· τί τὸ γεγενημένον, αὐτὸ τὸ γενησόμενον· καὶ τί τὸ πεποιημένον, αὐτὸ τὸ ποιηθησόμενον, ὡσανεὶ σαφῶς τὴν ἀρχὴν ἐκ τοῦ τέλους δεικνύς. Οὐκέτι γὰρ μετὰ τὴν παράβασιν δείκνυται τὸ τέλος ἐκ τῆς ἀρχῆς, ἀλλ᾽ ἡ ἀρχὴ ἐκ τοῦ τέλους, οὐδὲ ζητεῖ τις τοὺς τῆς ἀρχῆς λόγους, ἀλλ᾽ ἐκζητεῖ τοὺς πρὸς τὸ τέλος τοὺς κινουμένους ἀπάγοντας.

Εἰ δέ, ὅτι πολλαχοῦ τῆς Γραφῆς ἡ ζήτησις εἴρηται, ὡς τὸ ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν, καὶ ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, βεβαίαν οὐχ ἡγεῖται ταύτην ἔννοιαν, αὐτόθεν ἔχει νουνεχῶς ἐπισκήπτων τῶν λεχθέντων τὴν πίστωσιν. Εἰπὼν γὰρ ὁ λόγος ζήτησον εἰρήνην καὶ δίωξον αὐτὴν ἐν τῷ τέλει τὴν ἀρχὴν διῶξαι παρενεγύησε καὶ τὴν βασιλείαν, ἀρχὴν οὖσαν διὰ τῆς δικαιοσύνης, ὡς τέλους τῆς βασιλείας, ἐκζητῆσαι παρεκελεύσατο. Βασιλεία γὰρ Θεοῦ πρὸ πάσης ἐστὶ δικαιοσύνης, μᾶλλον δὲ κυριώτερον εἰπεῖν αὐτοδικαιοσύνη, πρὸς ἥν, ὡς τέλος, ἐπείγεται πᾶσα σπουδαίου κίνησις. Εἰ γὰρ δικαιοσύνη ἐστὶν ἡ τοῦ ἴσου κατ᾽ ἀξίαν ἑκάστῳ διανέμησις, βασιλεία δὲ ἔννομός ἐστιν ἐπιστασία, ἄρα ταὐτὸν τῇ βασιλείᾳ ἡ δικαιοσύνη, δι᾽ ἦς, ὡς τέλους, ὁδεύειν τοῖς βουλομένοις ἐστὶν εὐμαρές, ὡς πρὸς ἀρχὴν τὴν βασιλείαν· δικαιοσύνη γάρ ἐστι βασιλεία ἐνεργουμένη καὶ βασιλεία ἐστὶ δικαιοσύνη δι᾽ ἔργων κεκυρωμένη· τὸ γὰρ ἐννόμως ἐπιστατεῖν τοῖς οὖσι διανέμειν ἐστὶν ἑκάστῳ τὰ πρὸς ἀξίαν, καὶ τὸ διανέμειν ἑκάστῳ τὰ πρὸς ἀξίαν ἔννομός ἐστι τῶν ὄντων ἐπιστασία. Οὐκοῦν οὐδὲν τῆς κατὰ νοῦν τῆς ἁγίας Γραφῆς ὁμαλότητος ἡ κατὰ τὴν λέξιν διαφορὰ παρεσάλευσεν, παρὰ τοῖς σοφοῖς δηλαδὴ τῶν θείων νοήμοσιν.

(14Γ_180> Εἰ δὲ καὶ καθ᾽ ἕτερον βούλοιτό τις ἐκδέχεσθαι τρόπον τήν τε ζήτησιν καὶ ἐρεύνησιν, καὶ τὴν ἐκζήτησιν καὶ τὴν ἐξερεύνησιν, εὑρήσει τὴν μὲν ζήτησιν καὶ τὴν ἐκζήτησιν περὶ τὸν νοῦν κινουμένας, τὴν δὲ ἐρεύνησιν καὶ τὴν ἐξερεύνησιν περὶ τὸν λόγον. Ζητεῖ γὰρ φυσικῶς ὁ νοῦς, ἐρευνᾷ δὲ κατὰ φύσιν ὁ λόγος. Ζήτησις γάρ ἐστιν, ἵν᾽ ὡς ἐν ὅρῳ περιλαβὼν εἴπω, ἁπλῆ τοῦ νοὸς πρός τι γνωστὸν μετ᾽ ἐφέσεως κίνησις· ἐρεύνησις δέ ἐστιν ἁπλῆ τοῦ λόγου περί τι γνωστὸν