1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

9

Οὕτω μὲν οὖν ἐνταῦθα ληπτέον περὶ τοῦ ξύλου κατὰ τὴν πᾶσιν ἁρμόσαι δυναμένην ἀναγωγήν, τοῦ μυστικωτέρου λόγου καὶ κρείττονος φυλαττομένου τοῖς μυστικοῖς τὴν διάνοιαν καὶ παρ᾽ ἡμῶν διὰ τῆς σιωπῆς τιμωμένου. Τοῦ ξύλου δὲ νῦν τῆς παρακοῆς ἐμνήσθην παροδικῶς, δεῖξαι θέλων ὡς ἡ περὶ Θεοῦ ἄγνοια τὴν κτίσιν ἐθεοποίησεν, ἧς ὑπάρχει λατρεία σαφὴς ἡ κατὰ τὸ σῶμα τοῦ γένους τῶν ἀνθρώπων φιλαυτία, περὶ ἥν ἐστιν ὥσπέρ τις μικτὴ γνῶσις ἡ τῆς ἡδονῆς πεῖρα καὶ τῆς ὀδύνης, δι᾽ ἃς ἡ πᾶσα τῶν κακῶν ἐπεισήχθη τῷ βίῳ τῶν ἀνθρώπων ἰλὺς διαφόρως τε καὶ ποικίλως καί, ὡς οὐκ ἄν τις ἐφίκοιτο λόγος, πολυμόρφως συνισταμένη, καθόσον ἕκαστος τῶν τῆς 14Β_048 ἀνθρωπίνης μετειληφότων φύσεως κατὰ τὸ ποσόν τε καὶ ποιὸν ἐν ἑαυτῷ ζῶσαν ἔχει καὶ πράττουσαν τὴν περὶ τὸ φαινόμενον αὐτοῦ μέρος, λέγω δὲ τὸ σῶμα, φιλίαν, ἀναγκάζουσαν αὐτὸν δουλοπρεπῶς διά τε τὴν ἐπιθυμίαν τῆς ἡδονῆς καὶ τὸν φόβον τῆς ὀδύνης πολλὰς ἰδέας ἐπινοῆσαι παθῶν, καθὼς οἵ τε καιροὶ συμπίπτουσι καὶ τὰ πράγματα, καὶ ὁ τῶν τοιούτων ἐπιδέχεται τρόπος, ἐφ᾽ ᾧ τὴν μὲν ἡδονὴν ἑλεῖν δυνηθῆναι διὰ παντὸς πρὸς συμβίωσιν, τῆς ὀδύνης δὲ παντελῶς ἀνέπαφον διαμεῖναι, τὸ ἀμήχανον ἐπιτηδεύειν διδάσκουσαν καὶ εἰς πέρας κατὰ σκοπὸν ἐλθεῖν μὴ δυνάμενον. Φθαρτῆς γὰρ οὔσης τῆς ὅλης φύσεως τῶν σωμάτων καὶ σκεδαστῆς, δι᾽ ὅσων τις ἐπιτηδεύει τρόπων ταύτην συστήσασθαι, τὴν αὐτῆς φθορὰν ἰσχυροτέραν μᾶλλον καθίστησιν, δεδοικὼς καὶ μὴ θέλων ἀεὶ τὸ στεργόμενον καὶ παρὰ γνώμην περιέπων ἀνεπαισθήτως διὰ τοῦ στεργομένου τὸ μὴ στεργόμενον, ἐξηρτημένος τῶν φύσει στῆναι μὴ δυναμένων καὶ διὰ τοῦτο συνεξαλλοιῶν τοῖς σκεδαστοῖς τῆς ψυχῆς τὴν διάθεσιν συνδιανηχομένην ἀστάτως τοῖς ῥέουσι καὶ τὴν οἰκείαν ἀπώλειαν οὐ κατανοῶν διὰ τὴν παντελῆ τῆς ψυχῆς πρὸς τὴν ἀλήθειαν τύφλωσιν. Πάντων δὲ τούτων τῶν κακῶν ἐστιν ἀπαλλαγὴ καὶ σύντομος πρὸς σωτηρίαν ὁδὸς ἡ ἀληθὴς τοῦ Θεοῦ κατ᾽ ἐπίγνωσιν ἀγάπη καὶ ἡ καθόλου τῆς κατὰ ψυχὴν πρός τε τὸ σῶμα καὶ τὸν κόσμον τοῦτον στοργῆς ἐξάρνησις, καθ᾽ ἥν, τῆς μὲν ἡδονῆς τὴν ἐπιθυμίαν, τῆς ὀδύνης δὲ τὸν φόβον ἀποβαλόμενοι, τῆς κακῆς ἐλευθερούμεθα φιλαυτίας, πρὸς τὴν γνῶσιν ἀναβιβασθέντες τοῦ κτίσαντος, καί, πονηρᾶς ἀγαθὴν ἀντιλαβόντες νοερὰν φιλαυτίαν, σωματικῆς κεχωρισμένην στοργῆς, οὐ παυόμεθα λατρεύοντες τῷ Θεῷ διὰ ταύτης τῆς καλῆς φιλαυτίας, ἐκ Θεοῦ τῆς ψυχῆς ἀεὶ ζητοῦντες τὴν σύστασιν. Αὕτη γάρ ἐστιν ἀληθὴς λατρεία καὶ ὄντως θεάρεστος ἡ τῆς ψυχῆς διὰ τῶν ἀρετῶν ἀκριβὴς ἐπιμέλεια.

Ὁ τοίνυν σωματικῆς ἡδονῆς μὴ ἐφιέμενος καὶ ὀδύνην παντελῶς μὴ φοβούμενος γέγονεν ἀπαθὴς ταύταις, μετὰ τῆς τεκούσης 14Β_050 αὐτὰς φιλαυτίας πάντα τὰ δι᾽ αὐτάς τε καὶ ἐξ αὐτῶν μετὰ τῆς ἀρχηγικωτάτης τῶν κακῶν ἀγνοίας ὁμοθυμαδὸν συναπέκτεινε πάθη, καὶ ὅλος γέγονεν τοῦ ἑστῶτός τε καὶ μένοντος καὶ ἀεὶ ὡσαύτως ἔχοντος φύσει καλοῦ, παντάπασιν αὐτῷ συνδιαμένων ἀκίνητος καὶ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν τοῦ Θεοῦ κατοπτριζόμενος, ἐκ τῆς ἐν ἑαυτῷ φωτοειδοῦς λαμπρότητος τὴν θείαν καὶ ἀπρόσιτον δόξαν θεώμενος.

∆ειχθείσης τοιγαροῦν ἡμῖν ὑπὸ τοῦ λόγου τῆς ὀρθῆς καὶ ῥᾳδίας ὁδοῦ τῶν σῳζομένων, τὴν ἡδονὴν τῆς παρούσης ζωῆς καὶ τὴν ὀδύνην ὅση δύναμις ἀρνησώμεθα καὶ τοὺς ὑφ᾽ ἡμᾶς τοῦτο ποιεῖν διδάξωμεν παρακλήσει πολλῇ, καὶ πάσης παθῶν ἐπινοίας καὶ δαιμονιώδους κακουργίας παντελῶς ἀπηλλάγημέν τε καὶ ἀπηλλάξαμεν· καὶ μόνης ἀντιποιηθῶμεν τῆς θείας ἀγάπης, καὶ οὐδεὶς ἡμᾶς τοῦ Θεοῦ χωρίσαι δυνήσεται, οὐ θλίψις οὐ στενοχωρία οὐ λιμὸς οὐ κίνδυνος οὐ μάχαιρα οὐδ᾽ ὅσα τῷ ἁγίῳ ἀπηρίθμηται ἀποστόλῳ κατὰ τὸν τόπον, διὰ τῆς κατ᾽ ἐνέργειαν γνώσεως, τῆς ἀγάπης ἐν ἡμῖν ἀκινήτου μενούσης, τῆς ψυχῆς ἀΐδιόν τε καὶ ἄρρητον ἐξ αὐτοῦ χορηγούμενοι εὐφροσύνην καὶ σύστασιν· ἧς ἀξιωθέντες, πρὸς μὲν τὸν