1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

135

πῶς ἀληθὴς ὁ φάσκων ἔσται λόγος ὅτι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φώτων καὶ τὸ ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον; · ᾧ μὲν γάρ, φησίν, διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων καὶ τὰ ἑξῆς· οἷς ἐπάγει· πάντα δὲ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται· βούλεται δὲ τὸ ἑκάστῳ δηλονότι συμφέρον εἰς πληροφορίαν τῆς ἀπαθοῦς τῶν ἐπιζητούντων τὰ θεῖα ἐφέσεως. Ὁ γὰρ ἀπαθῶς τὰ θεῖα ζητῶν πάντως λήψεται τὸ ζητούμενον· ὁ δὲ μετά τινος πάθους αἰτῶν ὡς κακῶς ζητῶν ἀποτεύξεται τοῦ ζητουμένου· φησὶ γάρ· αἰτεῖσθε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε.

Οὐκοῦν οὔτε ἡ χάρις τοῦ παναγίου Πνεύματος ἐνεργεῖ σοφίαν ἐν τοῖς ἁγίοις χωρὶς τοῦ ταύτην δεχομένου νοός, οὔτε γνῶσιν χωρὶς τῆς δεκτικῆς τοῦ λόγου δυνάμεως, οὔτε πίστιν (14Γ_164> ἄνευ τῆς κατὰ νοῦν καὶ λόγον τῶν μελλόντων καὶ πᾶσι τέως ἀδήλων πληροφορίας, οὔτε ἰαμάτων χαρίσματα δίχα τῆς κατὰ φύσιν φιλανθρωπίας, οὔτε τι ἕτερον τῶν λοιπῶν χαρισμάτων χωρὶς τῆς ἑκάστου δεκτικῆς ἕξεώς τε καὶ δυνάμεως· οὔτε μὴν πάλιν ἓν τῶν ἀπηριθμημένων ἄνθρωπος κτήσεται κατὰ δύναμιν φυσικὴν δίχα τῆς χορηγούσης ταῦτα θείας δυνάμεως.

Καὶ δηλοῦσι τοῦτο σαφῶς πάντες οἱ ἅγιοι μετὰ τὰς ἀποκαλύψεις τῶν θείων ζητοῦντες τῶν ἀποκαλυφθέντων τοὺς λόγους. Ἀβραὰμ γάρ, λαβὼν τὴν ἐπαγγελίαν τῆς κληρονομίας τῆς δειχθείσης αὐτῷ γῆς, φάσκοντος πρὸς αὐτὸν τοῦ Θεοῦ· ἐγὼ ὁ Θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι αὐτήν, οὐκ ἠρκέσθη λαβὼν ὅπερ ἐκζητῶν ἐξῆλθεν ἐκ γῆς Χαλδαίων, ἀλλ᾽ ἠρεύνησε μαθεῖν ποθῶν καὶ τὸν τρόπον τῆς κληρονομίας, λέγων πρὸς τὸν Θεόν· ∆έσποτα Κύριε, κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν; Καὶ Μωυσῆς, λαβὼν τῶν σημείων καὶ τῶν τεράτων τὴν δύναμιν, ἐζήτει καὶ τοὺς τρόπους διδαχθῆναι καὶ τοὺς λόγους, καθ᾽ οὓς ἔδει τῶν δοθέντων σημείων ἀποδειχθῆναι τὴν πίστωσιν· καὶ ἔθετο ἐν αὐτοῖς, φησὶν ὁ μέγας ∆αβίδ, τοὺς λόγους τῶν σημείων αὐτοῦ καὶ τῶν τεράτων αὐτοῦ ἐν γῇ Χάμ. Καὶ πάλιν αὐτὸς περὶ ἑαυτοῦ πρὸς τὸν Θεὸν βοῶν φησιν ὁ ∆αβίδ· ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου καὶ λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου. Καὶ ∆ανιὴλ ὁ μέγας ἀνὴρ τῶν ἐπιθυμιῶν τῶν θείων ὁράσεων, ὑπὲρ ὧν τρεῖς ἑβδομάδας ἡμερῶν ἐτέλεσεν ἄσιτος, τοὺς λόγους ἐκζητῶν ἀκούει ἀγγέλου πρὸς ἄγγελον λέγοντος· συνέτισον ἐκεῖνον τὴν ὅρασιν. Καὶ Ζαχαρίας ὁ μέγας προφήτης δι᾽ ὅλης τῆς αὐτοῦ προφητείας καθ᾽ ἑκάστην ὅρασιν τὸν ἐν αὐτῷ λαλοῦντα ἄγγελον εἰσάγει, (14Γ_166> δεικνύοντά τε τὰς ὁράσεις καὶ διδάσκοντα τοὺς τῶν ὁράσεων λόγους, φάσκων· καὶ ἔδειξέν μοι ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· καὶ εἶπέ μοι ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· καὶ εἶπα τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοί· Κύριε, τί ἐστι ταῦτα;

Καὶ δῆλον ἐντεῦθεν ὅτι πάντες οἱ ἅγιοι καὶ ἐδέχοντο ὑπὸ τοῦ Πνεύματος ἀποκαλύψεις καὶ ἐζήτουν ἀποκαλυφθῆναι τῶν ἀποκαλυφθέντων τοὺς λόγους, καὶ ὅτι τοῦ Πνεύματος ἡ χάρις οὐδαμῶς τῆς φύσεως καταργεῖ τὴν δύναμιν, ἀλλὰ μᾶλλον καταργηθεῖσαν τῇ χρήσει τῶν παρὰ φύσιν τρόπων ἐνεργὸν ἐποίει πάλιν, τῇ χρήσει τῶν κατὰ φύσιν πρὸς τὴν τῶν θείων κατανόησιν ἄγουσα.

Ζητεῖ γὰρ ἐν ἡμῖν τὴν τῶν ὄντων γνῶσιν τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἐρευνᾷ, ἀλλ᾽ οὐχ ἑαυτῷ ζητεῖ τὸ ζητούμενον, ὅτι Θεὸς καὶ πάσης ἐπέκεινα γνώσεως, ἀλλ᾽ ἡμῖν τοῖς δεομένοις τῆς γνώσεως, ὥσπερ ἀμέλει καὶ ὁ Λόγος γίνεται σὰρξ οὐχ ἑαυτῷ, ἀλλ᾽ ἡμῖν τὸ διὰ τῆς σαρκώσεως ἐξανύων μυστήριον. Ὡς γὰρ χωρὶς σαρκὸς νοερῶς ἐψυχωμένης οὐκ ἐνήργει θεοπρεπῶς τὰ κατὰ φύσιν τῆς σαρκὸς ὁ Λόγος, οὕτως οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον ἐν τοῖς ἁγίοις ἐνεργεῖ τὰς γνώσεις τῶν μυστηρίων χωρὶς τῆς κατὰ φύσιν ζητούσης τε καὶ ἐρευνώσης τὴν γνῶσιν δυνάμεως. Εἴτε οὖν ἐζήτουν ἢ