1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

15

ἀκανθῶν λογισμοὺς περὶ τῆς τῶν σωμάτων γενέσεως καί, ὥσπερ τριβόλους, τοὺς περὶ τῶν ἀσωμάτων προνοίας τε καὶ κρίσεως περισκελεῖς λογισμοὺς ἀποκαθαίρων τῷ λόγῳ, τὴν φυσικήν, ὥσπερ χόρτον, δρέπεται πνευματικῶς θεωρίαν. Καὶ οὕτως, ὡς ἐν ἱδρῶτι τοῦ προσώπου, τῷ ἐπιστημονικῷ τῆς διανοίας κατὰ τὴν γνῶσιν τρόπῳ τὸν ἄφθαρτον τῆς θεολογίας ἄρτον ἐσθίει, τὸν μόνον ὄντως ζωτικόν, καὶ τῶν ἐσθιόντων αὐτὸν συντηροῦντα πρὸς ἀφθαρσίαν τὴν γένεσιν. Γῆ τοίνυν ἐστίν, καλῶς 14Β_072 ἐσθιομένη, ἡ διὰ πράξεως τῆς καρδίας κάθαρσις, χόρτος δὲ ἡ κατὰ τὴν φυσικὴν θεωρίαν ἐπιστήμη τῶν γεγονότων, ἄρτος δὲ ἡ κατὰ τὴν θεολογίαν ἀληθὴς μυσταγωγία.

ΣΧΟΛΙΟΝ 1. Ἔργα λέγει τοῦ Ἀδάμ τά πάθη τῆς ἀτιμίας· τάς γάρ ἀρετάς ἐργάζεται μόνος

ὁ Θεός ἐν τοῖς βουλομένοις· πρός τήν τῶν ἀρετῶν φανέρωσιν, μόνην καθάπερ ὄργανον λαμβάνων, τῶν βουλομένων τήν πρόθεσιν.

S (6). ΠΕΡΙ ΤΟΥ "Ο ΓΕΓΕΝΝΗΜΕΝΟΣ ΕΚ ΤΟΥ ΘΕΟΥ ΑΜΑΡΤΙΑΝ ΟΥ ΠΟΙΕΙ". 6. ΕΡΩΤΗΣΙΣ S' Εἰ κατὰ τὸν ἅγιον Ἰωάννην ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ,

ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καὶ οὐ δύναται ἁμαρτάνειν, ὁ δὲ γεγεννημένος ἐξ ὕδατος καὶ Πνεύματος οὗτος ἐκ τοῦ Θεοῦ γεγέννηται, πῶς οἱ ἐκ τοῦ Θεοῦ διὰ τοῦ βαπτίσματος γεγεννημένοι ἡμεῖς δυνάμεθα ἁμαρτάνειν;

Ἀπόκρισις. ∆ιττὸς ἐν ἡμῖν τῆς ἐκ Θεοῦ γεννήσεως ὁ τρόπος· ὁ μὲν πᾶσαν δυνάμει

παροῦσαν τοῖς γεννωμένοις διδοὺς τὴν χάριν τῆς υἱοθεσίας, ὁ δὲ κατ᾽ ἐνέργειαν ὅλην παροῦσαν καὶ τὴν τοῦ γεννωμένου πᾶσαν πρὸς τὸν γεννῶντα Θεὸν προαίρεσιν γνωμικῶς μεταπλάττουσαν εἰσάγων· καὶ ὁ μὲν κατὰ πίστιν μόνην δυνάμει παροῦσαν τὴν χάριν ἔχων, ὁ δὲ πρὸς τῇ πίστει καὶ τὴν κατ᾽ ἐπίγνωσιν ἐνεργοῦσαν ἐν τῷ ἐπεγνωκότι τὴν τοῦ γνωσθέντος θειοτάτην ὁμοίωσιν ἐμποιῶν. Οἷς μὲν οὖν ὁ πρῶτος τῆς γεννήσεως ἐνθεωρεῖται τρόπος, διὰ τὸ μήπω τὴν γνώμην καθαρῶς ἐξηλωθεῖσαν τῆς σαρκικῆς προσπαθείας ποιωθῆναι διόλου τῷ Πνεύματι κατ᾽ αὐτὴν τῶν ἐγνωσμένων θείων μυστηρίων δι᾽ 14Β_074 ἐνεργείας τὴν μέθεξιν, τὸ πρὸς ἁμαρτίαν ῥέψαι ποτὲ βουλομένοις οὐκ ἄπεστιν. Οὐ γὰρ γεννᾷ γνώμην τὸ Πνεῦμα μὴ θέλουσαν, ἀλλὰ βουλομένην μεταπλάττει πρὸς θέωσιν· ἧς ὁ κατ᾽ ἐπίγνωσιν πείρᾳ μεταλαβὼν οὐ δύναται τοῦ κυρίως κατ᾽ ἀλήθειαν ἅπαξ ἔργῳ διαγνωσθέντος πρὸς ἄλλο τι παρ᾽ ἐκεῖνο κἀκεῖνο εἶναι προσποιούμενον μεταπεσεῖν, ὥσπερ οὔτε ὀφθαλμὸς ἅπαξ τὸν ἥλιον θεασάμενος εἰς τὴν σελήνην ἤ τινας ἄλλους τῶν κατ᾽ οὐρανὸν ἀστέρων παραγνωρίσαι. Ὧν δὲ κατὰ τὴν γέννησιν τὴν ὅλην προαίρεσιν λαβὸν τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ τῆς γῆς πρὸς οὐρανοὺς διόλου μετέθηκε καὶ διὰ τῆς κατ᾽ ἐνέργειαν ἀληθοῦς ἐπιγνώσεως ταῖς τοῦ Θεοῦ καὶ Πατρὸς μακαρίαις ἀκτῖσι τὸν νοῦν μετεποίησεν, ὡς ἄλλον εἶναι θεὸν νομισθῆναι, παθόντα κατὰ τὴν ἕξιν διὰ τῆς χάριτος ὅπερ οὐ πάσχων ἀλλ᾽ ὑπάρχων κατ᾽ οὐσίαν ἐστὶν ὁ Θεός, τούτων σαφῶς ἀναμάρτητος κατὰ τὴν ἕξιν τῆς ἀρετῆς καὶ τῆς γνώσεως ἡ προαίρεσις γέγονεν, μὴ δυναμένων ἀρνήσασθαι τὸ διὰ τῆς πείρας αὐτοῖς κατ᾽ ἐνέργειαν διεγνωσμένον. Κἂν οὖν ἔχωμεν τὸ πνεῦμα τῆς υἱοθεσίας, ὅπέρ ἐστι σπέρμα πρὸς τὴν τοῦ σπείραντος εἰδοποιοῦν τοὺς γεννωμένους ὁμοίωσιν, ἀλλ᾽ οὐ παρέχομεν αὐτῷ τὴν γνώμην τῆς ἐπ᾽ ἄλλο ῥοπῆς τε καὶ διαθέσεως καθαράν, καὶ διὰ τοῦτο καὶ μετὰ τὸ γεννηθῆναι δι᾽ ὕδατος καὶ Πνεύματος θέλοντες ἁμαρτάνομεν. Εἰ δὲ τούτων, ὕδατος λέγω καὶ Πνεύματος, τὴν ἐνέργειαν δέχεσθαι γνωστικῶς τὴν γνώμην παρεσκευάζομεν, ἄρα ἂν διὰ τῆς πρακτικῆς τὸ μυστικὸν ὕδωρ ἐποιεῖτο τὴν τῆς συνειδήσεως κάθαρσιν, καὶ τὸ