1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

101

διασπαρείσαις περὶ τὰ αἰσθητὰ δυνάμεσι τῆς ψυχῆς ἔργων δικαιοσύνης ἀνατολήν, καθ᾽ ἣν ἡ μετὰ λόγου πρᾶξις συνέστηκεν οὐκ ἀμοιροῦσα γνωστικῆς θεωρίας, τῆς πρὸς τὰ νοητὰ ἐπαναγούσης τὰς διεσπαρμένας δυνάμεις, καὶ πέμπτον, 'αὐτὸς ἀνάπαυσις,' ὡς πᾶσαν ποιήσας εἰρήνην, καὶ συνάψας τὸ μὲν πρακτικὸν τῷ κατὰ φύσιν ἀγαθῷ, τὸ δὲ θεωρητικὸν τῇ κατὰ φύσιν ἀληθείᾳ. Πᾶσα γὰρ πρᾶξις(1) διὰ τὸ ἀγαθὸν γίνεσθαι πέφυκε, καὶ πᾶσα θεωρία τὴν γνῶσιν διὰ μόνην ἐπιζητεῖ τὴν ἀλήθειαν. Ὧν διανυσθέντων, οὐδὲν ἔσται τὸ σύνολον τὸ πλῆττον τῆς ψυχῆς τὸ πρακτικόν, οὔτε μὴν τὸ θεωρητικὸν αὐτῆς διὰ ξένων δριμύττον θεωρημάτων, παντὸς ἐπέκεινα γενομένης καὶ ὄντος καὶ νοουμένου, καὶ εἰς αὐτὸν εἰσδυσάσης τὸν Θεόν, τὸν μόνον ἀγαθὸν καὶ ἀληθινὸν καὶ ὑπὲρ πᾶσαν οὐσίαν ὄντα καὶ νόησιν.

Ὁ τοιοῦτος ταῖς διαφόροις προκοπαῖς τῶν ἀρετῶν γενόμενος νοῦς, ὅταν ἐξέλθῃ μετὰ τὴν νίκην ἀπὸ ∆αρείου τοῦ βασιλέως, τουτέστι τοῦ φυσικοῦ νόμου, δείξας αὐτῷ τῆς ἀγάπης καὶ τῆς ἀληθείας τὴν δύναμιν κατὰ(2) τὴν τῶν ἀρετῶν πρὸς τὰ πάθη σύγκρισιν, καὶ λάβῃ ψῆφον νομίμως, τὴν μὲν αὐτοῦ προβολὴν ἐπικυροῦσαν, τὰς δὲ τῶν ἄλλων ἀκυροῦσαν, διαγινώσκων πόθεν τῆς νίκης αὐτῷ γέγονεν ἡ χάρις, αἴρει τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλὴμ καὶ εὐλογεῖ τὸν βασιλέα τοῦ οὐρανοῦ.

Πρόσωπον(3) οὖν ἐστι τοῦ τοιούτου νοὸς ἡ κατὰ τὸ κρυπτὸν τῆς ψυχῆς νοουμένη διάθεσις, ἐν ᾗ τῶν ἀρετῶν πάντες ὑπάρχουσιν οἱ χαρακτῆρες· ἣν αἴρει πρὸς τὸν οὐρανόν, τὸ ὕψος δηλαδὴ τῆς θεωρίας, ἐναντίον Ἱερουσαλήμ, τουτέστι τῆς κατὰ τὴν ἕξιν ἀπαθείας, ἢ πάλιν(4), εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλήμ, τὸ οἰκητήριον τὸ ἐν οὐρανῷ ἐπιζητῶν καὶ τὴν πόλιν τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς, περὶ ἧς τὰ δεδοξασμένα ἐλαλήθη φησὶν ὁ ∆αβίδ. Οὐ γὰρ ἄλλως ἠδύνατο τὸν (14Γ_016> Θεὸν εὐλογεῖν(5), μὴ ἄρας πρὸς ὕψος θεωρίας καὶ γνώσεως κατὰ τὴν ἕξιν τῆς ἀπαθείας, ἤγουν τῆς ἀπήμονος καὶ εἰρηνικῆς καταστάσεως, τὸ κατὰ ψυχὴν τῆς διαθέσεως πρόσωπον, τὸ ἐκ πολλῶν καὶ διαφόρων ἀρετῶν, χαρακτήρων δίκην, συγκείμενον.

Καὶ τί λέγων αἴρει τὸ πρόσωπον; Παρὰ σοῦ ἡ νίκη(6), τὸ κατὰ τῶν παθῶν τῆς πρακτικῆς τέλος διὰ τῆς νίκης δηλῶν καὶ οἷον ἔπαθλον τῶν κατὰ τῆς ἁμαρτίας θείων ἀγώνων, καὶ παρὰ σοῦ ἡ σοφία, τὸ διὰ θεωρίας, κατὰ τὴν γνῶσιν δηλαδή, τέλος, τὸ πᾶσαν τῆς ψυχῆς ἀφαιρούμενον ἄγνοιαν, καὶ σὴ ἡ δόξα, τὸ ἐκ τούτων ἀναδεικνύμενον κάλλος τῆς θείας κατὰ τὸ θεμιτὸν ὡραιότητος δόξαν καλέσας, ὅπέρ ἐστιν ἕνωσις νίκης καὶ σοφίας, καὶ πράξεως καὶ θεωρίας, ἀρετῆς τε καὶ γνώσεως, ἀγαθότητός τε καὶ ἀληθείας. Αὗται γὰρ ἀλλήλαις ἑνούμεναι μίαν ἀπαστράπτουσιν δόξαν καὶ αὐγὴν τοῦ Θεοῦ. ∆ιὸ προσφόρως ἐπάγει φάσκων καὶ ἐγὼ σὸς οἰκέτης, εἰδὼς ὅτι πᾶσαν ἐν ἡμῖν ὡς ὀργάνοις ὁ Θεὸς ἐπιτελεῖ πρᾶξιν καὶ θεωρίαν, ἀρετήν τε καὶ γνῶσιν καὶ νίκην καὶ σοφίαν καὶ ἀγαθότητα καὶ ἀλήθειαν, μηδὲν ἡμῶν συνεισφερόντων τὸ σύνολον πλὴν τῆς θελούσης τὰ καλὰ διαθέσεως. Ἣν ἔχων ὁ μέγας Ζοροβάβελ πρὸς τοῖς εἰρημένοις φησίν· εὐλογητὸς εἶ, πρὸς τὸν Θεὸν λέγων, ὃς ἔδωκάς μοι σοφίαν· καὶ σοὶ ὁμολογῶ, ∆έσποτα τῶν πατέρων. Ὡς εὐγνώμων οἰκέτης πάντα τῷ Θεῷ ἀνέθετο, τῷ πάντα δωρησαμένῳ, ἐξ οὗ λαβὼν εἶχε τὴν σοφίαν, αὐτῷ ὁμολογῶν ὡς ∆εσπότῃ πατέρων τῶν κεχαρισμένων ἀγαθῶν τὴν δύναμιν. Εὐλογητὸν δὲ καλεῖ τὸν Θεὸν ὡς ἄπειρον ἔχοντα τὴν σοφίαν, μᾶλλον δὲ αὐτοσοφίαν· ἐξ οὗ λαβὼν ὁμολογεῖ τὴν χάριν. ∆εσπότην δὲ πατέρων αὐτὸν προσαγορεύει, παραστῆσαι θέλων (14Γ_018> ὅτι πάντα τὰ τῶν ἁγίων κατορθώματα Θεοῦ προδήλως ὑπῆρχον χαρίσματα, μηδενὸς τὸ παράπαν ἔχοντος μηδὲν ἢ τὸ δοθὲν ἀγαθὸν ὡς παρὰ ∆εσπότου τοῦ Θεοῦ πρὸς ἀναλογίαν τῆς εὐγνωμοσύνης τε καὶ εὐνοίας τοῦ δεχομένου μετρούμενον, κἀκεῖνα μόνα κεκτημένου, ὅσα τῷ ∆εσπότῃ δωρουμένῳ παρίσταται. Πατέρας(7) δὲ καλεῖ τοὺς ἀπ᾽ αἰῶνος ἁγίους, ὧν τὴν πίστιν