1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

81

ἀναπαύσεως τοὺς τὴν ψυχὴν διὰ τῆς αἰσθήσεως συγχέοντας λογισμούς. Παράθεσις γὰρ ἀναπαύσεως Ἀρμενία ἑρμηνεύεται. Παράθεσις δὲ τῆς ἀναπαύσεώς ἐστιν ἡ προβολὴ τῶν θείων ἀρετῶν· πρὸς ἣν μεταφέρων ὁ νοῦς τοὺς ποτὲ πρὸς τὰ κατ᾽ αἴσθησιν πάθη τῆς ἀτιμίας αὐτὸν ὑποσύροντας λογισμοὺς ἀποκτείνει τὸν ἐπ᾽ ὀλέθρῳ τῆς ἀνθρωπίνης φύσεως τούτους γεννῶντα διάβολον.

Καλῶς οὖν καὶ πάνυ σοφῶς κατὰ τὸ νοούμενον τῆς Γραφῆς Ἐζεκίας πεποίηκεν, ἐμφράξας τὰ ὕδατα τῶν πηγῶν, ἃ ἦν ἔξω Ἱερουσαλήμ, διὰ Σενναχειρὶμ βασιλέα τῶν Ἀσσυρίων. Πηγαὶ οὖν εἰσιν ἔξω τῆς πόλεως, τουτέστι τῆς ψυχῆς, τὰ αἰσθητὰ πάντα· ὕδατα δὲ τούτων τυγχάνουσι τῶν πηγῶν τὰ τῶν αἰσθητῶν νοήματα· ποταμὸς δὲ διορίζων διὰ μέσου τῆς πόλεώς ἐστιν ἡ κατὰ τὴν φυσικὴν θεωρίαν ἐκ τῶν αἰσθητῶν νοημάτων συναγομένη γνῶσις, διὰ μέσης διερχομένη τῆς ψυχῆς, ὡς νοῦ καὶ αἰσθήσεως (14Β_340> οὖσα μεθόριος. Ἡ γὰρ γνῶσις τῶν αἰσθητῶν οὔτε πάντῃ τῆς νοερᾶς ἀπεξένωται δυνάμεως οὔτε διόλου μόνῃ προσνενέμηται τῇ κατ᾽ αἴσθησιν ἐνεργείᾳ, ἀλλ᾽ οἷον τῆς τε τοῦ νοῦ πρὸς τὴν αἴσθησιν καὶ πρὸς τὸν νοῦν τῆς αἰσθήσεως συνόδου μέση τυγχάνουσα, δι᾽ ἑαυτῆς ποιεῖται τὴν πρὸς ἄλληλα τούτων συνάφειαν, κατὰ μὲν τὴν αἴσθησιν κατ᾽ εἶδος τυπουμένη τοῖς σχήμασι τῶν αἰσθητῶν, κατὰ δὲ τὸν νοῦν εἰς λόγους τῶν σχημάτων τοὺς τύπους μεταβιβάζουσα. ∆ιὸ ποταμὸς διορίζων διὰ μέσης τῆς πόλεως εἰκότως προσηγορεύθη τῶν ὁρωμένων ἡ γνῶσις, ὡς τῶν ἄκρων, λέγω δὲ νοῦ καὶ αἰσθήσεως, οὖσα μεταίχμιος. Ταύτην ἐμφράττων ἐν καιρῷ τῆς τῶν παθῶν διοχλήσεως διὰ τὴν ἐπήρειαν τῆς πρὸς τὸν νοῦν τῶν ὑλικῶν σχημάτων ἐμπτώσεως, ὁ μετὰ γνώσεως τὰς ἀφανεῖς τῶν πονηρῶν δαιμόνων συμπλοκὰς διαλύων ἀποκτείνει τὰς ἑκατὸν καὶ ὀγδοήκοντα καὶ πέντε χιλιάδας, λέγω δὲ τὴν ποιητικὴν τῆς κακίας ἕξιν, τὴν παραλόγως, ὡς ἔφην, ταῖς τρισὶ τῆς ψυχῆς διὰ τῶν αἰσθητῶν ἐπιφυομένην δυνάμεσι, καὶ τὴν ἐπ᾽ αὐταῖς ἐνέργειαν τῶν αἰσθήσεων, ἤτοι τὴν τῶν φυσικῶν δυνάμεων ἐπ᾽ αἰσθήσεσι παράλογον ἐνέργειαν. Ὁ γὰρ ἑξαδικὸς ἀριθμός, εἴτε ἐκ μονάδων ἔχει τὴν σύνθεσιν εἴτε ἐκ δεκάδων εἴτε ἐξ ἑκατοντάδων εἴτε ἐξ ἑτέρου τινὸς ἀριθμοῦ, τὴν ποιητικὴν ἕξιν δηλοῖ τῆς ἀρετῆς ἢ τῆς κακίας κατὰ τὴν ἀναλογίαν τοῦ πολλαπλασιασμοῦ τῆς συνθέσεως, τὴν ἀπαρτίζουσαν τήνδε ἢ τήνδε τὴν ἕξιν διάθεσιν τοῖς μετ᾽ ἐπιστήμης τοῖς ἀριθμοῖς ἐπιβάλλουσι παριστῶν· ᾧτινι ἑξαδικῷ ἀριθμῷ συναφθεὶς ἢ προστεθεὶς ἢ συντεθεὶς ὁ πέντε ἀριθμὸς παραδηλοῖ τὰς αἰσθήσεις, ἤγουν τὴν τῶν αἰσθητῶν δύναμιν ἢ ἕξιν ἢ ἐνέργειαν, παρακειμένην ἢ ἐπικειμένην ἢ συγκειμένην ταῖς κατὰ φύσιν τῆς ψυχῆς δυνάμεσιν. Οἷον, εἰ μὲν συνῆπται κατὰ τὰς μονάδας, ὡς ἁπλοῦς ἁπλῷ, ὁ πέντε ἀριθμὸς τῷ ἕξ, τὴν ἐπ᾽ αἰσθήσεσι μόνῃ δυνάμει ποιητικὴν ἐπιτηδειότητα παρίστησιν· εἰ δὲ προστέθειται συνθέτῳ ἐκ πολλῶν τῷ ἓξ ἀριθμῷ ὁ (14Β_342> ἁπλοῦς ἐκ μονάδων πέντε ἀριθμός, τὴν ἐπ᾽ αἰσθήσεσι κατὰ τὴν δύναμιν ποιητικὴν ἕξιν δηλοῖ· εἰ δὲ συντέθειται συνθέτῳ τῷ ἐκ πολλῶν ἓξ ἀριθμῷ ὁ ἐκ πολλῶν πέντε σύνθετος, τὴν ἐπ᾽ αἰσθήσεσι κατά τε τὴν δύναμιν καὶ τὴν ἕξιν καὶ τὴν ἐνέργειαν ἀποτελεστικὴν σημαίνει ποίησιν, ἤγουν περαίωσιν τῆς ἀρετῆς ἢ τῆς κακίας, ὡς δ᾽ ἂν ὁ ἀριθμὸς ἔχων τύχοι εἴτε ψεκτῶς εἴτε ἐπαινετῶς, κατὰ τὸν θεωρούμενον τῆς Γραφῆς ἤγουν ἐξεταζόμενον τόπον.

Ὁ μὲν οὖν ἑξαδικὸς ἀριθμὸς ἐκ δεκάδων συντεθεὶς ποιεῖ τὸν ἑξήκοντα· ὁ δὲ ἑξήκοντα τριπλασιασθεὶς διὰ τὰς γενικὰς τρεῖς τῆς ψυχῆς δυνάμεις, προστεθέντων πέντε διὰ τὰς ἐμφύτους αἰσθήσεις, ποιεῖ τὸν ἑκατὸν καὶ ὀγδοήκοντα καὶ πέντε ἀριθμὸν καὶ δηλοῖ τὴν ἐπ᾽ αἰσθήσεσι τῶν κατὰ φύσιν δυνάμεων ποιητικὴν τῆς κακίας ἕξιν, ἐπειδὴ ψεκτῶς κεῖται κατὰ τοῦτον τῆς ἁγίας Γραφῆς τὸν τόπον οὗτος ὁ ἀριθμός, ἣν ἀποκτείνει, ὡς δι᾽ ἀγγέλου τινὸς τοῦ θείου Λόγου τῆς γνώσεως, ὁ τῆς οἰκείας δυνάμεως τῇ προσευχῇ πλέον ἐπερειδόμενος νοῦς καὶ παντὸς κατορθώματος καὶ πάσης κατὰ δαιμόνων νίκης αἴτιον τὸν Θεὸν μόνον ἐπιγραφόμενος. Ὁ τοίνυν