1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

155

Ἐπίορκος δέ ἐστιν(25), ἤγουν ὀμνύων ἐπὶ τῷ ὀνόματι Κυρίου ψευδῶς, ὁ ἐπαγγελλόμενος τῷ Θεῷ τὸν κατ᾽ ἀρετὴν βίον καὶ ἀλλότρια παρὰ τὴν ὑπόσχεσιν τῆς οἰκείας ἐπαγγελίας ἐπιτηδεύων καὶ τὴν συνθήκην τῆς ὁμολογίας τοῦ σεμνοῦ βίου διὰ τῆς ἀργίας τῶν ἐντολῶν, οἷος ἐγώ, παραβαίνων. Καὶ συντόμως εἰπεῖν, ὁ κατὰ Θεὸν ζῆν προελόμενος καὶ μὴ τελείως τῷ παρόντι βίῳ νεκρούμενος, ψεύστης ἐστὶ καὶ ἐπίορκος(26), ὀμόσας μὲν τῷ Θεῷ, τουτέστιν ἐπαγγειλάμενος τὸν ἐν τοῖς θείοις ἀγῶσιν ἄμεμπτον δρόμον, καὶ μὴ πληρώσας (14Γ_250> καὶ διὰ τοῦτο μηδαμῶς ἐπαινούμενος. «Ἐπαινεθήσεται» γάρ, φησίν, «πᾶς ὁ ὀμνύων ἐν αὐτῷ», τουτέστι πᾶς ὁ τῷ Θεῷ τὸν ἔνθεον ἐπαγγειλάμενος βίον καὶ διὰ τῆς ἀληθείας τῶν ἔργων τῆς δικαιοσύνης τοὺς ὅρκους πληρῶν τῆς καλῆς ὑποσχέσεως. Εἰ δὲ πάντως ἔπαινον ἔχει ὁ τῶν οἰκείων πληρωτὴς ἐπαγγελιῶν, ὡς ὁ ὀμνύων ἐν τῷ Θεῷ καὶ ἀληθεύων, δῆλον ὅτι ψόγον ἕξει καὶ ἀτιμίαν ὁ τῶν οἰκείων συνθηκῶν παραβάτης γενόμενος, ὡς ὀμόσας ἐν τῷ Θεῷ καὶ ψευσάμενος.

Τούτων ὑπερχόμενος, ὥσπερ οἰκίας τινάς, τὰς καρδίας, ἤγουν τὴν ἑκάστου διάθεσιν, τὸ δρέπανον, τουτέστιν ὁ τοῦ Θεοῦ καὶ Πατρὸς Λόγος, ἅτε δὴ γνῶσις κατ᾽ οὐσίαν ὑπάρχων καὶ ἀρετή, συντελεῖ πάμπαν αὐτάς, τῇ πρὸς τὸ κρεῖττον μεταβολῇ τὴν προτέραν τῆς ἑκάστου καρδίας ἐξαφανίζων κατάστασιν καὶ φέρων ἑκάτερον πρὸς τὴν τοῦ λείποντος αὐτῷ καλοῦ μετουσίαν καὶ ποιῶν τὸν μὲν κλέπτην τῆς γνώσεως ἐργάτην ἀρετῆς ἀνεπαίσχυντον, τὸν δὲ κλέπτην τῆς τῶν ἠθῶν φαινομένης καταστολῆς ἐπιστήμονα τῆς κατὰ ψυχὴν κρυπτομένης γεωργὸν διαθέσεως, τὸν ἐπίορκον δὲ ἀληθῆ τῶν οἰκείων ὑποσχέσεων ἐργαζόμενος φύλακα, τοῖς ἔργοις τῶν ἐντολῶν τὰς οἰκείας ἐπαγγελίας πιστούμενον.

ΣΧΟΛΙΑ 1. Βλέπε τό μυστήριον· βλέπε τήν ἀγχόνην τῶν Φυσιθεσιτῶν· βλέπε τοῦ

Ἰταλοῦ καί τοῦ Νείλου τόν θάνατον. 2. Οὐ λέγομεν, φησίν, ἐπί Χριστοῦ διαφοράν ὑποστάσεων, ὅτι Τριάς

μεμένηκεν ἡ Τριάς, καί σαρκωθέντος τοῦ Θεοῦ καί Λόγου, προσθήκης προσώπου οὐ προσγενομένης τῇ ἁγίᾳ Τριάδι διά τήν σάρκωσιν. Λέγομεν δέ φύσεων διαφοράν, (14Γ_252> ἵνα μή τῷ Λόγῳ κατά τήν φύσιν ὁμοούσιον τήν σάρκα πρεσβεύωμεν.

3. Ὅτι φύσεων διαφοράν ὁ μή λέγων, φησίν, οὐκ ἔχει πόθεν πιστώσασθαι, τήν ὅτι γέγονε σάρξ ὁ Λόγος δίχα τροπῆς ὁμολογίαν, μή γινώσκων σωζόμενον κατά τήν φύσιν τῇ μιᾷ τοῦ ἑνός Θεοῦ καί Χριστοῦ ὑποστάσει μετά τήν ἕνωσιν τό προσλαβόν καί τό προσειλημμένον.

4. Πῶς δρέπανον ὁ Κύριός ἐστι, καί τί τό πλάτος αὐτοῦ θεωρεῖται τῶν πήχεων.

5. Πῶς αὐτός πάλιν ὡς δρέπανον ἔχει τό μῆκος εἴκοσι πήχεων. 6. ∆ιά τί πετόμενον τό δρέπανον εἶδεν ὁ προφήτης. 7. Ἡ πίστις τήν εἰς Θεόν διά τῆς ἐλπίδος τελείαν ἀγάπην συνίστησιν· ἡ ἀγαθή

συνείδησις, τήν εἰς τόν πλησίον διά τῆς φυλακῆς τῶν ἐντολῶν ἀγάπην ὑφίστησιν. Ἡ γάρ ἀγαθή συνείδησις, παραβαθεῖσαν ἐντολήν οὐκ ἔχει κατήγορον· ταύτας δέ μόνον ἡ καρδία πιστεύεσθαι πέφυκε, τῶν ἐφιεμένων τῆς ἀληθοῦς σωτηρίας.

8. Πῶς ἐστιν ὁ Κύριος ἀρά, καί τίνος ἀρά. 9. Ἐπειδή, φησί, πρός τήν γῆν ἔσχεν τήν ἔφεσιν κινουμένην ὁ ἄνθρωπος, εἰς

αὐτήν ὠθεῖτε καί μή θέλων ὑπό τοῦ θανάτου. 10. Τί ἐστιν ὁ κλέπτης, καί ὁ ἐπίορκος. 11. Κλοπή ἐστι πονηρά, ἡ δι᾿ ἀπάτης τῆς φύσεως ἅλωσις. Θυσία ἐστίν, ἥν θύει

τούς ὑπ᾿ αὐτοῦ κλεπτομένους ὁ διάβολος, ἡ κατά τήν ἔνθεον ζωήν σφαγή τῆς προαιρέσεως, καί ἡ κατ᾿ αὐτήν τελεία τῆς μνήμης ἀναίρεσις. Ἀπώλειά ἐστιν, ἡ κατά στέρησιν τῆς τοῦ Θεοῦ γνώσεως ἐπισυμβαίνουσα τοῖς θυομένοις ἄγνοια. ∆ιά τοῦτο