1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

60

δύναμίς ἐστιν ἡ καθόλου καὶ γενικωτέρα τῶν ἄλλων ἀρετή, καὶ εἰς ἓξ εἴδη, καὶ αὐτὰ γενικά, διαιρουμένη, ἵνα, τῇ δυνάμει τῆς φύσεως ἁρμοσθεῖσα, χωρηθῇ διὰ τῶν ἐκείνης τρόπων ἑξαχῶς εἰδοποιουμένη, τίνες δὲ πρὸς τούτοις οἱ τὸ ὕδωρ ἠντληκότες (14Β_254> ὑπηρέται, τίς ὁ νυμφίος, τίς ἡ νύμφη, τίς ὁ ἀρχιτρίκλινος, τίς ἡ τῷ λόγῳ παρρησιαστικῶς ἀπαγγείλασα μήτηρ ὅτι οἶνον οὐκ ἔχουσιν. Ταῦτα γὰρ πάντα λείπεται πρὸς ἐξέτασιν τῷ μύστῃ καὶ μυσταγωγῷ τῶν θείων καὶ λόγων καὶ νοημάτων, εἴπερ πάντως τῷ τῆς ἀναγωγῆς κατὰ νοῦν ἥδεται τρόπῳ. Πλὴν ἵνα μὴ παντελῶς ἐπὶ τοῦ παρόντος ἄφωνος καταλειφθεὶς ἡμῖν ὁ περὶ τούτων οἰχήσεται λόγος, μὴ διδοὺς τοῖς καλῶς πεινῶσι κἂν ἀπὸ μέρους τὴν πνευματικὴν πανδαισίαν, ἐρῶ κατὰ δύναμιν, οὐχ ὅλην ἀποκαλύπτειν ἐπαγγελλόμενος τὴν ἐν τοῖς εἰρημένοις διάνοιανἀσθενὴς γὰρ πρὸς περίληψιν τῶν ἐν τούτοις νοητῶν θεαμάτων ὁ ἐμὸς καθέστηκε νοῦς ἀλλ᾽ ὅσην ἡ τῆς ἐμῆς διανοίας χωρεῖν πέφυκε δύναμις.

Γενικωτάτην οὖν τῶν ἀρετῶν φασιν εἶναι τὴν ἀγάπην, τὴν δὲ ταύτης ποιητικὴν γενικωτάτην τῆς φύσεως δύναμίν φασιν εἶναι τὸν λόγον· ὅς, τῆς οἰκείας ἀπρὶξ ἐπιλαβόμενος αἰτίας, ἐνεργούμενος εἰς ἓξ διακρίνεται γενικωτέρους τρόπους περιληπτικοὺς τῶν οἷς ὁ τῆς ἀγάπης διακρίνεσθαι πέφυκε λόγος εἰδῶν, πεινῶντας καὶ διψῶντας καὶ ξένους καὶ γυμνοὺς ἀσθενοῦντάς τε καὶ τοὺς ἐν φυλακῇ περιποιούμενος σωματικῶς τε καὶ πνευματικῶς. Οὐ γὰρ μόνοις τοῖς σώμασιν ὁ τῆς ἀρετῆς περιγράφεται λόγος, οὐδὲ περὶ μόνην τὴν αἴσθησιν ἡ τῆς φύσεως καταγίνεται δύναμις. Εἰδοποιὸς οὖν τῆς γενικωτάτης καθέστηκεν ἀρετῆς ἡ γενικωτάτη τῆς φύσεως δύναμις, τοῖς οἰκείοις ἓξ τρόποις εἰς εἴδη τοσαῦτα τὴν ἀρετὴν διακρίνουσα, δι᾽ ὧν ἡ φύσις ἑνοῦται τῷ τῆς γνώμης μοναδικῷ, τὸν ἐν πᾶσιν ἰσοτίμως ἀδιαίρετον τῆς πλάσεως δεικνῦσα λόγον, ἐν τῷ ποιεῖν εὖ καὶ πάσχειν πρὸς ἑαυτὸν συναγόμενον· ὃν ἐρρωμένον ἐπαναλαβὼν διὰ τῶν καθηκόντων πόνων ὁ νοῦς πάσας περιτέμνει τῆς φύσεως τὰς ὑπερβολὰς καὶ τὰς ἐλλείψεις, ἃς ἡ φιλαυτία τῆς ἑκάστου γνώμης ἐπινοήσασα τὴν ἡμερωτάτην ἐθηρίωσε φύσιν καὶ τὴν μίαν οὐσίαν εἰς πολλὰς καὶ ἀντιθέτους, οὐδὲν δὲ χεῖρον εἰπεῖν, (14Β_256> καὶ φθαρτικὰς ἀλλήλων κατέτεμε μοίρας, καὶ τὴν σταθερὰν μεσότητα φέρων δείκνυσιν, καθ᾽ ἣν τῶν ἀρετῶν οἱ νόμοι κατὰ φύσιν ἐξ ἀρχῆς θεόθεν ἐγράφησαν. Καὶ τοῦτο τυχὸν παραδεικνὺς τὸ μυστήριον ὁ Λόγος τὰς ἓξ ὑδρίας εἰσάγει κενὰς καὶ ἀνύδρους, ὑποφαινούσας τῆς κατὰ φύσιν γενικωτάτης δυνάμεως τὴν περὶ τὸ καλὸν ἀπραξίαν. Οὕτω μὲν οὖν ἡ κατὰ φύσιν γενικωτάτη δύναμις, εἰς ἓξ διαιρουμένη κατὰ τὴν πρᾶξιν τρόπους, εἰς εἴδη τοσαῦτα μορφοῖ τὴν γενικωτάτην τῶν ἀρετῶν, ὅλην ὅλη περιλαμβάνουσα· καθ᾽ ἣν γενομένη, τὸν ἑαυτῆς γενικώτατον δέχεται νόμον ἡ φύσις ἄπταιστον τῆς ἀληθείας κριτήν, ὃν ὁ λόγος προσηγόρευσεν ἀρχιτρίκλινον, διεγνωκότα σαφῶς ὅτι τὸν καλὸν οἶνον, ὃν ὕστερον διὰ τῆς ἰδίας παρουσίας ὁ Λόγος ἐκέρασεν, ἔδει κατ᾽ ἀρχὰς πρῶτον πιεῖν καὶ μεθυσθῆναι τὴν ἀνθρωπείαν φύσιν, λέγω δὲ τὸν περὶ Θεοῦ κρείττονα καὶ ὑψηλότερον Λόγον, καὶ οὕτως ὕστερον, καθάπερ οἴνους, τοὺς ὅσον πρὸς τὸν πρῶτον Λόγον ἥττονας, τῶν γεγονότων μυηθῆναι λόγους. ∆ικαιότατον γὰρ ἦν, ὡς ἀληθῶς καὶ πρεπωδέστατον τὸν δι᾽ ὃν γέγονε λόγον μυηθῆναι πρότερον τὴν φύσιν, καὶ οὕτως ὕστερον ζητῆσαι τῶν δι᾽ αὐτὴν γενομένων τοὺς λόγους.

Οἱ ἠντληκότες δὲ τὸ ὕδωρ εἰσὶν οἱ διάκονοι τῆς τε Παλαιᾶς καὶ τῆς Καινῆς ∆ιαθήκης, φημὶ δὲ τοὺς ἁγίους πατριάρχας καὶ τοὺς νομοθέτας καὶ τοὺς στρατηγοὺς τοὺς κριτάς τε καὶ τοὺς βασιλεῖς καὶ τοὺς προφήτας καὶ τοὺς εὐαγγελιστὰς καὶ ἀποστόλους, δι᾽ ὧν ἠντλήθη τὸ ὕδωρ τῆς γνώσεως καὶ ἀπεδόθη τῇ φύσει πάλιν· ὅπερ μετέβαλεν εἰς τὴν τῆς θεώσεως χάριν ὁ τὴν φύσιν ὡς ἀγαθὸς δημιουργήσας καὶ θεώσας διὰ φιλανθρωπίαν τῇ χάριτι Λόγος. Εἰ δὲ καὶ τοὺς κατὰ φύσιν ἐπιστημονικούς τε καὶ εὐσεβεῖς λογισμοὺς εἴποι τις εἶναι διακόνους, ἐκ τῆς τῶν