1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

183

τῶν φαύλων ἐνθύμησις, αἰσχύνη στόματος, τουτέστι τοῦ νοῦ, καὶ οὖσα καὶ λεγομένη.

Ἢ πάλιν, ἀνάθεμα αὐτῶν ἐστιν(6) ὁ τόπος τοῦ νῦν κρατοῦντος ἐπιτιμίου τῆς φύσεως, τουτέστιν ὁ κόσμος οὗτος, ὡς χωρίον θανάτου καὶ φθορᾶς διὰ τὴν ἁμαρτίαν γενόμενος, εἰς ὃν ἐκ τοῦ παραδείσου μετὰ τὴν παράβασιν τῆς θείας ἐντολῆς ὁ πρῶτος κατέπεσεν ἄνθρωπος· ὅντινα κόσμον κατὰ τὴν τῆς γνώμης φιλήδονον σχέσιν, ἤγουν τὴν κοσμικὴν προσπάθειαν, γεννᾶν πέφυκεν (14Γ_370> ἐκ τῆς κατὰ μόνην τὴν ἐν λόγῳ τοῦ νόμου προφορὰν μαθήσεως ὁ μὴ διαβαίνων κατὰ νοῦν πρὸς τὴν ἔνδον ἐν πνεύματι τοῦ νομικοῦ γράμματος θείαν εὐπρέπειαν. Αἰσχύνη δὲ στόματος αὐτῶν ἐστι ἡ κατὰ νοῦν φιλόκοσμος μελέτη τῶν λογισμῶν καὶ φιλοσώματος. Ἐν ᾧ γὰρ ὁ κόσμος ἐκ τῆς ἐμφαινομένης τῷ γράμματι τοῦ νόμου σωματικῆς διαπλάσεως(7) κατὰ τὴν γνωμικὴν σχέσιν γεννᾶσθαι πέφυκεν, ἤγουν ἡ τὸν κόσμον φιλοῦσα διάθεσις, καὶ ἡ κατὰ νοῦν φιλόκοσμος μελέτη τῶν λογισμῶν εἰκότως συγγεννᾶται καὶ φιλοσώματος.

Ἢ πάλιν, ἀνάθεμα αὐτῶν ἐστιν(8) ἡ πρόσυλος καὶ ἀκαλλὴς τῶν παθῶν καὶ ἀδιατύπωτος κίνησις, αἰσχύνη δὲ στόματός ἐστιν ἡ τοῖς πάθεσιν εἶδος ἐπάγουσα καὶ τὸ καθ᾽ ἡδονὴν πρὸς αἴσθησιν διαπλάττουσα κάλλος τοῦ νοῦ κίνησις. Χωρὶς γὰρ τῆς κατὰ νοῦν ἐπινοητικῆς δυνάμεως πρὸς διάπλασιν μορφῆς οὐδαμῶς ἄγεται πάθος. Οὐκοῦν ὁ μόνῳ τῷ γράμματι τοῦ νόμου περιγράφων τῆς θείας ἐπαγγελίας τὴν δύναμιν παλλακὴν ἀλλ᾽ οὐ γυναῖκα νόμιμον ἔχει τοῦ νόμου τὴν μάθησιν. Ὅθεν ἐξ ἀνάγκης ἡ τοιαύτη μάθησις, οὐ δι᾽ ἑαυτὴν ἀλλὰ διὰ τὸν αὐτὴν σωματικῶς ἐκδεχόμενον, ἤγουν συγγινόμενον, γεννᾷ τὸ ἀνάθεμα καὶ τὴν αἰσχύνην. Ὁ γὰρ διὰ τρυφὴν σωματικὴν καὶ ἀνάπαυσιν τὰς θυσίας καὶ τὰς ἑορτὰς τά τε σάββατα καὶ τὰς νεομηνίας κατὰ τὸν νόμον τὸν Θεὸν διατεταχέναι πιστεύων πάντῃ τε καὶ πάντως ὑπὸ τὴν ἐνοχὴν γενήσεται τῆς τῶν παθῶν ἐνεργείας(9) καὶ τὴν αἰσχύνην τῆς τῶν ἐπ᾽ αὐτοῖς αἰσχρῶν λογισμῶν ῥυπαρίας, ὑπό τε τὸν φθειρόμενον ἔσται κόσμον καὶ τὴν ἐν λογισμοῖς φιλοσώματον μελέτην ὑπό τε τὴν ὕλην τῶν παθῶν καὶ τὸ εἶδος, μηδὲν ἄλλο πλὴν τῶν φθειρομένων τίμιον ἔχειν δυνάμενος καὶ διὰ τοῦτο τυχὸν κακῶς γεννῶν τὴν Μερόβ, τὴν γεννῶσαν υἱοὺς πέντε τῷ Ἐσδριήλ. Μερὸβ δὲ 'πλησμονὴ φάρυγγος' ἑρμηνεύεται, ἥτις ἐστὶν ἡ γαστριμαργία. Μόνη γὰρ αὕτη, (14Γ_372> παρὰ τῆς ἐντολῆς ἰουδαϊκῶς λαβοῦσα τὴν ἄδειαν, τοὺς κατὰ παράχρησιν τρόπους γεννᾷ τῶν αἰσθήσεων τῷ Ἐσδριήλ, ἤγουν τῷ θεωρητικῷ μέρει τῆς ψυχῆς. Ἐσδριὴλ γὰρ ἑρμηνεύεται 'θεία δύναμις ἢ βοηθὸς ἰσχυρὸς ἢ βλέψις δυνατή,' ὅπερ ἐστὶν ὁ κατ᾽ εἰκόνα μὲν Θεοῦ γενόμενος νοῦς.

Τὴν δὲ γαστριμαργίαν, ὡς τοῦ κατ᾽ ἐντολὴν σαρκὸς νόμου, τουτέστι τοῦ γράμματος, γέννημα, παραπεισθεὶς συνοικισάμενος. Πεισθεὶς γὰρ ὁ νοῦς θείας ἐντολῆς εἶναι διαταγήν, κατὰ τὸν ἐν γράμματι νόμον, τὴν κατὰ σάρκα τρυφήν(10), ἄλλην οὐ προσίεται πλὴν αὐτῆς πρὸς συμβίωσιν, ὡς θείαν καὶ νόμου τοῦ βασιλεύοντος αὐτὴν ἡγησάμενος γέννημα, καὶ τοὺς κατὰ παράχρησιν ἐξ αὐτῆς τῶν αἰσθήσεων συνίστησι τρόπους. Ἐπειδὰν γὰρ τὸ θεωρητικὸν τῆς ψυχῆς τὴν τρυφὴν κατὰ τὸν ἐν γράμματι νόμον ὡς θείαν διὰ τὴν ἐντολὴν ἀσπάσηται πρὸς συμβίωσιν, τὴν τῶν αἰσθήσεων παρὰ φύσιν μετέρχεται χρῆσιν, μηδεμιᾶς συγχωροῦν κατὰ φύσιν διαφαίνεσθαι τὴν χρῆσιν τῆς ἐνεργείας.

Ὁ τοίνυν σωματικῶς τοῦ νόμου τὴν μάθησιν ἐξασκούμενος(11), οἷα δὴ παλλακὴν ἀλλ᾽ οὐ νόμιμον ἔχων γυναῖκα τῶν θείων τὴν εἴδησιν καὶ γεννῶν ἐξ αὐτῆς τὸ ἀνάθεμα τῆς τῶν παθῶν ἐνεργείας καὶ τὴν αἰσχύνην τῆς τῶν ἐπ᾽ αὐτοῖς λογισμῶν ἀηδίας καὶ ἐκ τῆς Μερόβ, τουτέστι τῆς αὐτοῦ θυγατρὸς γαστριμαργίας, ἔκγονα λαμβάνων τοὺς κατὰ παράχρησιν τρόπους τῶν αἰσθήσεων, τοὺς ἐν τῇ φύσει τῶν ὄντων, ἤγουν τοὺς κατὰ φύσιν, ὡς Γαβαωνίτας, ἀποκτέννειν εἴωθε λόγους καὶ