1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

22

καὶ Θεοῦ Πνεῦμα κατὰ δύναμιν προνοητικῶς διὰ πάντων χωροῦν καὶ τὸν ἐν ἑκάστῳ κατὰ φύσιν λόγον ἀνακινοῦν καὶ δι᾽ αὐτοῦ πρὸς συναίσθησιν τῶν πλημμελῶς παρὰ τὸν θεσμὸν τῆς φύσεως πεπραγμένων ἄγον τὸν αἰσθανόμενον καὶ τὴν προαίρεσιν εὔεικτον ἔχοντα πρὸς ὑποδοχὴν τῶν ἐκ φύσεως ὀρθῶν λογισμῶν. Ἀμέλει τοι πολλοὺς εὑρίσκομεν καὶ τῶν ἄγαν βαρβάρων καὶ νομάδων ἀνθρώπων καλοκἀγαθίας μεταποιουμένους καὶ τοὺς ἀνέκαθεν κρατήσαντας ἐν αὐτοῖς θηριώδεις ἀθετοῦντας νόμους.

Οὕτω μὲν οὖν ἐν πᾶσιν ἁπλῶς ἐστι τὸ Πνεῦμα τὸ ἅγιον. Προσδιωρισμένως δὲ καὶ κατ᾽ ἄλλην ἐπίνοιάν ἐστιν ἐν πᾶσι τοῖς κατὰ νόμον ὡς νομοθετητικὸν καὶ προαγορευτικὸν μελλόντων 14Β_100 μυστηρίων, ἐμποιοῦν αὐτοῖς αἴσθησιν μὲν τῆς τῶν ἐντολῶν παραβάσεως, ἐπιστήμην δὲ τῆς προαγορευθείσης κατὰ Χριστὸν τελειότητος. Ὅθεν κἀκ τούτων πολλοὺς εὑρίσκομεν τὴν μὲν παλαιὰν καὶ ἐν σκιαῖς κειμένην καταλιμπάνοντας λατρείαν, πρὸς δὲ τὴν νέαν καὶ μυστικὴν προθύμως μεταβαλλομένους.

Ἔστι δὲ πρὸς τοῖς εἰρημένοις τρόποις καὶ ἐν πᾶσι τοῖς τὸ θεῖον καὶ θεοποιὸν ὄντως ὄνομα τοῦ Χριστοῦ κληρωσαμένοις διὰ τῆς πίστεως οὐ μόνον ὡς φρουρητικὸν καὶ προνοητικῶς λόγου τοῦ κατὰ φύσιν ἀνακινητικὸν καὶ ὡς δεικτικὸν τῆς τῶν ἐντολῶν παραβάσεως καὶ φυλακῆς καὶ τῆς κατὰ Χριστὸν ἐξαγγελτικὸν προαγορεύσεως, ἀλλὰ καὶ ὡς δημιουργικὸν τῆς κατὰ χάριν διὰ τῆς πίστεως δοθείσης υἱοθεσίας. Ὡς γὰρ σοφίας ποιητικὸν ἐν μόνοις ἐκείνοις γίνεται τοῖς καὶ ψυχὴν καὶ σῶμα καθαρθεῖσι διὰ τῆς τῶν ἐντολῶν ἀκριβοῦς συνασκήσεως, ὡς οἰκείοις προσομιλοῦν διὰ τῆς ἁπλῆς καὶ ἀΰλου γνώσεως καὶ τὸν νοῦν αὐτῶν ταῖς ἀχράντοις τῶν ἀρρήτων νοήσεσι πρὸς ἐκθέωσιν ἐντυποῦν.

Ἔστιν οὖν ἐν πᾶσι μὲν ἁπλῶς, καθ᾽ ὃ πάντων ἐστὶ συνεκτικὸν καὶ προνοητικὸν καὶ τῶν φυσικῶν σπερμάτων ἀνακινητικόν, προσδιωρισμένως δὲ καὶ ἐν πᾶσι τοῖς ἐν νόμῳ, καθότι τῆς τῶν ἐντολῶν ἐστιν ὑποδεικτικὸν παραβάσεως καὶ τῆς κατὰ Χριστὸν προαγορευθείσης ἐπαγγελίας φωτιστικόν, ἐν δὲ πᾶσι τοῖς κατὰ Χριστόν, πρὸς τοῖς εἰρημένοις, ὡς υἱοθετητικόν. Ὡς δὲ σοφίας ποιητικὸν ἐν οὐδενὶ τῶν εἰρημένων ἐστὶν ἁπλῶς, πλὴν τῶν συνιέντων καὶ ἑαυτοὺς διὰ τῆς ἐνθέου πολιτείας ἀξίους ποιησαμένων τῆς αὐτοῦ θεωτικῆς ἐνοικήσεως. Πᾶς γὰρ μὴ ποιῶν τὰ θεῖα θελήματα, κἂν πιστός ἐστιν, ἀσύνετον ἔχει τὴν καρδίαν, ὡς πονηρῶν λογισμῶν ἐργαστήριον, καὶ τὸ σῶμα κατάχρεων ἁμαρτίαις, ὡς διαπαντὸς μολυσμοῖς παθῶν ἐνεχόμενον.

14Β_102 ΣΧΟΛΙΑ 1. Ὅτι ὡς πάντων ποιητικόν τε καὶ προνοητικόν ἐν πᾶσίν ἐστιν τὸ Πνεῦμα τὸ

ἅγιον. 2. Ὅτι ὡς νομοθετητικὸν καὶ προαγορευτικόν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἐν

τοῖς κατὰ νόμον. 3. Ὅτι κατ' ἐξαίρετον ἐν τοῖς Χριστιανοῖς ἐστιν ὡς θείας υἱοθεσίας ποιητικὸν

τὸ Πνεῦμα τὸ ἅγιον. ΙS (16). ΠΕΡΙ ΤΟΥ ΧΩΝΕΥΘΕΝΤΟΣ ΜΟΣΧΟΥ ΕΝ ΤΗ ΕΡΗΜΩ. 16. ΕΡΩΤΗΣΙΣ ΙS' Τίς ὁ χωνευτὸς μόσχος, καὶ διὰ τί μόσχον ἑνικῶς λέγει, τὸ δὲ οὗτοι οἱ θεοί

σου, Ἰσραήλ, πληθυντικῶς, καὶ τί τὸ λεπτυνθῆναι καὶ διασπαρῆναι ὑπὸ τὸ ὕδωρ, καὶ τίνα τὰ ἐνώτια καὶ τὰ ἑξῆς κόσμια;

Ἀπόκρισις.