1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

79

τῆς λογικῆς καὶ θυμικῆς καὶ ἐπιθυμητικῆς, ἡ ἀγάπη καθέστηκε γέννημα· καθ᾽ ἣν ἐγγράφοντες τῇ μνήμῃ τὸ τῆς θείας ὡραιότητος κάλλος οἱ τὸ ἰσότιμον ἤδη πρὸς Θεὸν διὰ τῆς χάριτος κομισάμενοιτῆς γὰρ ἰσοτιμίας τὴν χάριν σημαίνει προδήλως ἡ ἀδελφότηςἀνεπίληστον ἔχουσι τῆς τῷ ἡγεμονικῷ τῆς ψυχῆς ὑπομνηματογραφούσης τε καὶ ἐντυπούσης τὸ ἀκήρατον κάλλος [τῆς] θείας ἀγάπης τὴν ἔφεσιν.

Ἐπειδὴ τοίνυν ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ποσῶς ἐκ τῆς τῶν ὀνομάτων ἑρμηνείας κατεστοχάσατο τῆς ἀληθείας ὁ λόγος· πᾶς νοῦς, κατὰ τὸν Ἐζεκίαν θείῳ κράτει διεζωσμένος, καθάπερ πρεσβυτέρους τινὰς καὶ ἄρχοντας κέκτηται τήν τε λογικὴν δύναμιν, ἐξ ἧς ἡ γνωστικὴ γεννᾶσθαι πέφυκε πίστις, καθ᾽ ἣν ἀεὶ παρόντα τὸν Θεὸν ἀρρήτως διδάσκεται καὶ ὡς παροῦσι συγγίνεται διὰ τῆς ἐλπίδος τοῖς μέλλουσι, καὶ τὴν ἐπιθυμητικὴν δύναμιν, καθ᾽ ἣν ἡ θεία συνέστηκεν ἀγάπη, δι᾽ ἦς, ἑκουσίως ἑαυτὸν προσηλώσας τῷ πόθῳ τῆς ἀκηράτου θεότητος, ἄλυτον ἔχει τοῦ ποθουμένου τὴν ἔφεσιν, ἔτι μὴν καὶ τὴν θυμικὴν δύναμιν, καθ᾽ ἣν ἀπρὶξ τῆς θείας εἰρήνης ἀντέχεται, ἐπιστύφων πρὸς τὸν θεῖον ἔρωτα τῆς ἐπιθυμίας τὴν κίνησιν. Ταύτας δὲ ἔχει τὰς δυνάμεις πᾶς νοῦς συνεργούσας αὐτῷ πρός τε τὴν τῆς (14Β_332> κακίας καθαίρεσιν καὶ τὴν τῆς ἀρετῆς σύστασίν τε καὶ συντήρησιν, ὡς μὲν πρεσβυτέρους, ὅτι πρῶται τῆς ψυχῆς καὶ συμπληρωτικαὶ τῆς αὐτῆς οὐσίας δυνάμεις ὑπάρχουσιν, ὡς ἄρχοντας δέ, ὅτι καὶ τῶν ἐξ αὐτῶν κινημάτων ἔχουσι τὴν ἀρχὴν καὶ τῶν ὑφ᾽ αὑτὰς ἐνεργημάτων βουλήσει τοῦ κινοῦντος νοὸς τὴν ἐξουσίαν. Αὗται καὶ συμβουλεύουσιν αὐτῷ καὶ συνεπισχύουσιν, ἵνα ἐμφράξῃ τὰ ὕδατα τῶν πηγῶν, ἃ ἦν ἔξω τῆς πόλεως, μᾶλλον δὲ κυριώτερον εἰπεῖν, ὑπάρχουσιν· ἀεὶ γὰρ τὸ διὰ τῆς ἱστορίας παρελθὸν ὡς παρὸν μυστικῶς διὰ τῆς θεωρίας ἐνέστηκεν· ταύτας ἔχων ὑγιεῖς καὶ ἀνεξαπατήτους, συνάγει τὸν πολὺν λαόν, τὰ ἐξ αὐτῶν εὐσεβῆ δηλονότι κατὰ φύσιν κινήματά τε καὶ διανοήματα. Ὕδατα δὲ τὰ ἔξω τῆς πόλεως, τουτέστι τῆς ψυχῆς, τὰ ποιοῦντα τὸν ποταμὸν τὸν διορίζοντα διὰ μέσου τῆς πόλεως, εἰσὶ τὰ κατὰ τὴν φυσικὴν θεωρίαν δι᾽ ἑκάστης αἰσθήσεως ἐκ τοῦ κατ᾽ αὐτὴν αἰσθητοῦ παραπεμπόμενά τε καὶ εἰσρέοντα τῇ ψυχῇ νοήματα· ἐξ ὧν ὁ διερχόμενος ὡς πόλιν τὴν ψυχήν, τῆς τῶν αἰσθητῶν ἐπιστήμης, ποταμοῦ δίκην, ἀποτελεῖται λόγος· ὃν ἕως ἔχῃ διερχόμενον αὐτὴν ἡ ψυχή, οὐκ ἀποβάλλεται τὰς τῶν αἰσθητῶν εἰκόνας τε καὶ φαντασίας, δι᾽ ὧν ἐφισταμένη πολεμεῖν αὐτὴν πέφυκεν ἡ πονηρὰ καὶ ὀλέθριος δύναμις. ∆ιό φησιν Ἐζεκίας· μὴ ἔλθῃ βασιλεὺς Ἀσσοὺρ καὶ εὕρῃ ὕδωρ πολὺ καὶ κατισχύσῃ, ὡσανεὶ ἔλεγεν ὁ διαγνωστικὸς νοῦς ταῖς ἑαυτοῦ δυνάμεσιν ἐν τῷ καιρῷ τῆς τῶν παθῶν ἐπαναστάσεως· "παυσώμεθα τῆς φυσικῆς θεωρίας καὶ μόνῃ προσχωρήσωμεν τῇ προσευχῇ καὶ τῇ κατὰ τὴν πρακτικὴν φιλοσοφίαν κακοπαθείᾳ τοῦ σώματος ὧν τῆς μὲν προσευχῆς ἡ εἰς τὸν ναὸν τοῦ Θεοῦ ἄνοδος τοῦ βασιλέως ἔφερε τύπον, τῆς δὲ σωματικῆς κακοπαθείας ἡ τοῦ σάκκου περιβολή, μήπως τοῖς τῶν αἰσθητῶν νοήμασι συνεισβάλῃ κακούργως λαθὼν ὁ πονηρὸς τὰ τῶν αἰσθητῶν (14Β_334> εἴδη καὶ σχήματα, δι᾽ ὧν πέφυκε τὰ πάθη δημιουργεῖσθαι περὶ τὰς ἐπιφανείας τῶν ὁρατῶν, στάσιν λαμβανούσης διὰ τῆς μέσης αἰσθήσεως τῆς περὶ τὰ νοητὰ διαβάσεως τῆς ἐν ἡμῖν λογικῆς ἐνεργείας, καὶ κατισχύσῃ πορθῆσαι τὴν πόλιν, τουτέστι τὴν ψυχήν, καὶ εἰς Βαβυλῶνα, λέγω δὲ τὴν τῶν παθῶν σύγχυσιν, κατασύρῃ».

Ὁ τοίνυν ἐν καιρῷ τῆς τῶν παθῶν ἐπαναστάσεως γενναίως μύσας τὰς αἰσθήσεις, καὶ τὴν τῶν αἰσθητῶν φαντασίαν τε καὶ μνήμην παντελῶς ἀπωσάμενος, καὶ συστείλας πάντῃ τὰς τοῦ νοῦ περὶ τὴν τῶν ἐκτὸς ἔρευναν φυσικὰς κινήσεις, κατὰ τὸν Ἐζεκίαν ἐνέφραξε τὰ ὕδατα τῶν πηγῶν, ἅ ἐστιν ἔξω τῆς πόλεως, καὶ τὸν διορίζοντα διὰ μέσου τῆς πόλεως ποταμὸν διέκοψεν, συνεπισχυσασῶν αὐτῷ τῶν εἰρημένων δυνάμεων καὶ τοῦ συναχθέντος πολλοῦ λαοῦ, φημὶ δὲ τῶν καθ᾽ ἑκάστην δύναμιν εὐσεβῶν λογισμῶν, καὶ κατῄσχυνε, νικήσας διὰ τῆς θείας χειρός, τὴν