1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

174

ἄπληστος ὁ νοητὸς δράκων, διὰ τὴν φύσιν εὐχείρωτον τὴν σάρκα περιχανών, τῷ τῆς θεότητος ἀγκίστρῳ περιπαρῇ καὶ ὅλην ἐμέσῃ διὰ τῆς ἐξ ἡμῶν ἁγίας τοῦ Λόγου σαρκὸς καταποθεῖσαν ἤδη τὴν φύσιν τὴν ἀνθρωπίνην, ἵν᾽ ὡς κατέπιε πρότερον δελεάσας ἐλπίδι θεότητος τὸν ἄνθρωπον, οὕτως, ἀνθρωπότητος προβλήματι δελεασθείς, ὕστερον ἐμέσῃ τὸν ἀπατηθέντα διὰ προσδοκίαν θεότητος, ἀπατηθεὶς ἀνθρωπότητος προσδοκίᾳ, καὶ φανῇ τὸ ὑπερβάλλον τῆς θείας δυνάμεως διὰ τῆς ἀσθενείας τῆς ἡττηθείσης φύσεως, νικώσης τὴν ἰσχὺν τοῦ νικήσαντος, καὶ δειχθῇ πλέον νικῶν ὁ Θεὸς τὸν διάβολον, προβολῇ σαρκὸς χρώμενος, ἢ τὸν ἄνθρωπον ὁ διάβολος, φύσιν θεότητος ὑπισχνούμενος(35). Οὗτος ὁ σκώληξ ἐπάταξε τὴν κολόκυνταν καὶ ἀπεξήρανεν, τὴν νομικὴν λέγω λατρείαν κατήργησεν ὡς σκιάν, καὶ τὴν ἐπ᾽ αὐτῇ τῶν Ἰουδαίων ἀπεξήρανεν οἴησιν.

«Καὶ ἐγένετο τῇ ἐπαύριον ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον»· ἐπαύριον μέν, ὅτι μετὰ τὴν πάροδον τῶν κατὰ νόμον τυπικῶν αἰνιγμάτων καὶ τὸν ὡρισμένον χρόνον τῆς κατ᾽ αὐτὸν σωματικῆς λατρείας ἡ τοῦ καινοῦ μυστηρίου χάρις ἀνέτειλεν, ἡμέραν ἄλλην ποιοῦσα γνώσεως ὑψηλῆς καὶ ἀρετῆς ἐνθέου καὶ τῆς τῶν ἀντεχομένων αὐτῆς θεωτικήν. Μετὰ γὰρ τὸ πατάξαι τὸν σκώληκα τοῦτον τὴν κολόκυνταν καὶ τὸν ἥλιον τοῦτονὁ αὐτὸς γὰρ καὶ σκώληξ ἐστὶ καὶ ἥλιος δικαιοσύνης(36), τὸ μέν, ὡς ἀσπόρως κατὰ σάρκα τικτόμενος καὶ πᾶσαν διαφεύγουσαν ἔννοιαν ἔχων τὴν σύλληψιν, τὸ δέ, ὡς ὑπὸ γῆν δι᾽ ἐμὲ κατὰ τὸ τοῦ θανάτου καὶ τῆς ταφῆς μυστήριον γενόμενος καὶ ὡς φῶς ἀΐδιον (14Γ_332> φύσει δι᾽ ἑαυτὸν ὑπάρχωνἐκ νεκρῶν ἀνατεῖλαι διὰ τῆς ἀναστάσεως, προσέταξεν ὁ Θεὸς πνεύματι καύσωνος συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν Ἰωνᾶ. Μετὰ γὰρ τὴν ἀνατολὴν τοῦ ἡλίου τῆς δικαιοσύνης, ἤγουν τὴν ἀνάστασιν τοῦ Κυρίου καὶ τὴν ἀνάληψιν, ὁ συγκαίων καύσων τῶν πειρασμῶν ἐπῆλθεν ἀμετανοήτοις μείνασι τοῖς Ἰουδαίοις καὶ ἐπάταξεν αὐτοὺς εἰς κεφαλὰς αὐτῶν κατὰ δικαίαν κρίσιν, ἐπιστρέψας, κατὰ τὸ γεγραμμένον, τὸν πόνον αὐτῶν εἰς κεφαλὰς αὐτῶν, καθὼς αὐτοὶ προλαβόντες ηὔξαντο καθ᾽ ἑαυτῶν, εἰπόντες· «τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν». Σαφῶς γὰρ μετὰ τὴν ἀνάστασιν καὶ τὴν ἀνάληψιν τοῦ Σωτῆρος πνεῦμα καύσωνος ἄγαν συγκαίοντος ἡ διὰ τῶν ἐθνῶν ἐκδίκησις ἐπῆλθεν αὐτοῖς, καὶ παντὸς τοῦ ἔθνους, καθάπερ κεφαλήν, τὴν δόξαν καὶ τὸ κράτος πατάξας, κατέβαλεν ὁ ἥλιος ὁ ἐμός· πρὸς ὃν τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἐπιμύσαντες τὸ φῶς τῆς ἀληθείας αὐτοῖς ἐπιλάμψαν οὐκ ἔγνωσαν.

Ἢ πάλιν, πνεῦμα καύσωνός ἐστιν ἐξεγειρόμενον τοῖς ἀπειθοῦσι τῷ λόγῳ τῆς χάριτος Ἰουδαίοις(37) ἡ τὸν ὑετὸν ἀνέχουσα τῆς γνώσεως καὶ τῆς προφητείας τὴν δρόσον, πρὸς δὲ καὶ τὴν φυσικὴν τῶν εὐσεβῶν νοημάτων τῆς καρδίας ἀποξηραίνουσα πηγὴν ἐγκατάλειψις ἐπαγομένη δικαίως αὐτοῖς, ὡς πλήσασι τὰς χεῖρας αἵματος ἀθῴου καὶ τῷ ψεύδει προδεδωκόσι τὴν ἀλήθειαν καὶ ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων ἀτρέπτως ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς παραγενόμενον τὸν τοῦ Θεοῦ Λόγον ἀπαρνησαμένοις καὶ διὰ τοῦτο παραδοθεῖσι τῇ αὐτονομίᾳ τῆς πλάνης, ἐν ᾗ καθ᾽ οἱονδήποτε τρόπον οὐκ ἔστιν εὑρεῖν εὐσεβείᾳ καὶ φόβῳ Θεοῦ κατικμασμένην διάθεσιν, ἀλλὰ ξηρὰν καὶ ἄνικμον γνώμην καὶ παντὶ μοχθηρῷ πάθει πεποιωμένην, ἣν χαρακτηρίζειν οἶδεν μόνος ὁ τῦφος, πάθος ἐπάρατον ὑπάρχον καὶ ἐκ δύο κακῶν κατὰ σύνθεσιν συνιστάμενον, ὑπερηφανίας καὶ κενοδοξίας· (14Γ_334> ὧν ἡ μὲν ὑπερηφανία(38) τὴν αἰτίαν ἀρνεῖται τῆς ἀρετῆς καὶ τῆς φύσεως, ἡ δὲ κενοδοξία τὴν τε φύσιν καὶ αὐτὴν νόθον τὴν ἀρετὴν καθίστησιν. Οὐδὲν γὰρ τῷ ὑπερηφάνῳ κατὰ Θεὸν διαπράττεται, καὶ οὐδὲν τῷ κενοδόξῳ κατὰ φύσιν προέρχεται.

Τούτων μίξις ὁ τῦφος καθέστηκεν· πρὸς μὲν τὸν Θεὸν ἔχων τὴν καταφρόνησιν, καθ᾽ ἣν πέφυκε βλασφήμως διαβάλλειν τὴν πρόνοιαν, πρὸς δὲ τὴν φύσιν κεκτημένος τὴν ἀλλοτρίωσιν, καθ᾽ ἣν πάντα τὰ τῆς φύσεως παρὰ τὴν φύσιν