1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

145

φθορᾶς γέγονε μήτηρ, οὕτως καὶ ὁ διὰ τὸν Ἀδὰμ τοῦ Κυρίου θάνατος, ὑπάρχων τῆς ἐκ τοῦ Ἀδὰμ ἐλεύθερος ἡδονῆς, ἀϊδίου γεννήτωρ γίνεται ζωῆς.

Οὐκοῦν, ἐπειδή, καθὼς οἶμαι, καλῶς διεῖλεν ὁ λόγος πῶς μὲν ἡ καθ᾽ ἡδονὴν ἐκ τοῦ Ἀδὰμ γένεσις, τυραννοῦσα τὴν φύσιν, βορὰν τῷ δι᾽ αὐτὴν θανάτῳ παρέπεμπεν, πῶς δὲ πάλιν ἡ διὰ φιλανθρωπίαν κατὰ σάρκα τοῦ Κυρίου γέννησις ἀμφοτέρων ἀναίρεσιν ἐποιήσατο, ἡδονῆς λέγω τῆς ἐκ τοῦ Ἀδὰμ καὶ θανάτου τοῦ διὰ τὸν Ἀδάμ, συνεξαφανίσασα τῇ τοῦ Ἀδὰμ ἁμαρτίᾳ τὸ τοῦ Ἀδὰμ ἐπιτίμιονοὐ γὰρ ἦν δυνατὸν πρὸς φθορὰν ἁλῶναι διὰ θανάτου κατὰ τὸ τέλος(12) τὴν μηδαμῶς τῆς ἀρχῆς ἁψαμένην γένεσιν, δι᾽ ἧς ὑπέστη κατὰ τὸ τέλος ὁ θάνατος· ἐπειδὴ ταῦτα διεῖλεν, ὡς ἔφην, ἀλλήλων ὁ λόγος, ἕως ὅτε μόνα τὰ τοῦ Ἀδὰμ κατά τε τὴν ἀρχὴν καὶ τὸ τέλος, φημὶ δὲ τὰ κατὰ τὴν γένεσιν καὶ τὴν φθοράν, γνωρίσματα τυραννικῶς ἐκράτει τῆς φύσεως, οὐκ ἦν καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα πρὸς τελείαν τῆς ἁμαρτίας κατάκρισιν· ὅτε δὲ διὰ σαρκὸς ἡμῖν ἐπεφάνη καὶ γέγονε (14Γ_208> τέλειος ἄνθρωπος χωρὶς μόνης ἁμαρτίας ὁ τοῦ Θεοῦ Λόγος, μόνον ἔχων ἐν τῇ σαρκὶ τοῦ Ἀδὰμ φύσει κατὰ θέλησιν τὸ ἐπιτίμιον, καὶ κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἀνευθύνως πάσχων ὑπὲρ ἀδίκων ὁ δίκαιος, καὶ ἀντέστρεψε τὴν χρῆσιν τοῦ θανάτου, κατάκριμα τῆς ἁμαρτίας αὐτὸν ἀπεργασάμενος ἀλλ᾽ οὐ τῆς φύσεως, γέγονε καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα κατὰ τὴν ἀντιστροφὴν τοῦ θανάτου πρὸς τὴν τῆς ἁμαρτίας κατάκρισιν.

Οἷόν τι λέγω· τὸν Ἀδὰμ ἡ ἁμαρτία κατ᾽ ἀρχὰς δελεάσασα πρὸς παράβασιν ἐλθεῖν τῆς θείας παρέπεισεν ἐντολῆς, καθ᾽ ἥν, τὴν ἡδονὴν ὑποστήσασα καὶ ἑαυτὴν διὰ τῆς ἡδονῆς ἐν αὐτῷ καθηλώσασα τῷ πυθμένι τῆς φύσεως, τὸν θάνατον τῆς ὅλης κατέκρινε φύσεως, ὠθοῦσα πρὸς ἀπογένεσιν κατὰ τὸν θάνατον διὰ τοῦ ἀνθρώπου(13) τὴν φύσιν τῶν γεγονότων. Τοῦτο γὰρ καὶ μεμηχάνητο τῷ σπορεῖ τῆς ἁμαρτίας καὶ πατρὶ τῆς κακίας πονηρῷ διαβόλῳ, τῷ ἑαυτὸν μὲν ἐξ ὑπερηφανίας τῆς θείας ἐξοικίσαντι δόξης, διὰ φθόνον δέ, τόν τε πρὸς ἡμᾶς καὶ τὸν Θεόν, τοῦ παραδείσου τὸν Ἀδὰμ ἐξορίσαντι, ἀφανίσαι τὰ ἔργα τοῦ Θεοῦ καὶ διαλῦσαι τὰ συνεστῶτα πρὸς γένεσιν· φθονεῖ γὰρ οὐ μόνον ἡμῖν ὁ μιαρώτατος τῆς ἐπὶ τῷ Θεῷ διὰ τὴν ἀρετὴν δόξης(14), ἀλλὰ καὶ τῷ Θεῷ τῆς ἐφ᾽ ἡμῖν διὰ τὴν σωτηρίαν πανυμνήτου δυνάμεως.

Πάσης οὖν ἐκράτει δυναστεύων τῆς φύσεως ὁ διὰ τὴν παράβασιν θάνατος, τοῦ κράτους ἔχων ὑπόθεσιν τὴν ἐκ τῆς παρακοῆς ἄρξασαν τῆς κατὰ τὴν φύσιν ὅλης γενέσεως ἡδονήν, δι᾽ ἣν αὐτὸς ὁ θάνατος κατεκρίθη τῆς φύσεως. Ὁ δὲ Κύριος, γενόμενος ἄνθρωπος καὶ μὴ λαβὼν προκαθηγουμένην αὐτοῦ τῆς κατὰ σάρκα γεννήσεως τὴν ἄδικον ἡδονήν, δι᾽ ἣν ἡ διὰ τοῦ θανάτου κατὰ τῆς φύσεως ἐξηνέχθη δικαία κατάκρισις, αὐτὸν δὲ κατὰ φύσιν θέλων ἐν τῷ παθητῷ τῆς φύσεως καταδεξάμενος τὸν θάνατον, δηλονότι πάσχων, τὴν τοῦ θανάτου χρῆσιν ἀντέστρεψεν, οὐκ ὄντα λοιπὸν ἐν αὐτῷ τῆς φύσεως, ἀλλὰ τῆς ἁμαρτίας προδήλως, (14Γ_210> κατάκρισιν· οὐ γὰρ ἦν δυνατὸν εἶναι τὸν θάνατον ἐν τῷ μὴ τὴν γένεσιν ἐξ ἡδονῆς ἐσχηκότι κατάκρισιν φύσεως, ἀλλὰ τῆς τοῦ προπάτορος ἁμαρτίας ἀναίρεσιν, δι᾽ ἣν ὁ τοῦ θανάτου φόβος ὅλης ἐκράτει τῆς φύσεως.

Εἰ γὰρ ἐν τῷ Ἀδὰμ ὁ θάνατος τῆς φύσεως ὑπῆρχε κατάκρισις, ἀρχὴν ἐχούσης τὴν ἡδονὴν τῆς ἰδίας γενέσεως, εἰκότως ὁ θάνατος ἐν Χριστῷ τῆς ἁμαρτίας κατάκρισις γέγονεν, ἡδονῆς καθαρὰν ἐν Χριστῷ πάλιν τῆς φύσεως ἀπολαβούσης τὴν γένεσιν, ἵνα, ὥσπερ κατέκρινεν εἰς φθορὰν ἐν τῷ Ἀδὰμ κατὰ τὴν ἡδονὴν ἡ ἁμαρτία διὰ τοῦ θανάτου τὴν φύσιν καὶ γέγονε καιρὸς τοῦ κατακρίνεσθαι θανάτῳ τὴν φύσιν διὰ τὴν ἁμαρτίαν, οὕτως ἐν Χριστῷ κατὰ τὴν δικαιοσύνην ἡ φύσις διὰ τοῦ θανάτου κατακρίνῃ τὴν ἁμαρτίαν καὶ γένηται καιρὸς τοῦ κατακρίνεσθαι θανάτῳ τὴν ἁμαρτίαν διὰ τὴν δικαιοσύνην, τῆς φύσεως ἐκδυσαμένης ἐν Χριστῷ παντελῶς τὴν ἐξ ἡδονῆς γένεσιν, καθ᾽ ἣν ἀναγκαίως τοῖς πᾶσιν ὡς χρέος ὁ τῆς κατακρίσεως