1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

163

ἀληθινοὺς καὶ γενικωτάτους τῆς τῶν ὄντων συνοχῆς ἀποκαλύπτων λόγους, καθ᾽ οὓς τὸ πρὸ πάντων μὲν τῶν αἰώνων προωρισμένον ἐπ᾽ ἐσχάτων δὲ τῶν χρόνων ἐπιτελεσθὲν (14Γ_284> τῆς σωτηρίας ἡμῶν μυστήριον συνέστηκεν· ὧν τὴν μὲν πρόνοιαν(35), καθάπερ ἐλαίαν ἐκ δεξιῶν τοῦ λαμπαδίου τυγχάνουσαν, ἐν τῷ ἀφράστῳ τρόπῳ τῆς τοῦ Λόγου πρὸς τὴν λογικῶς ἐψυχωμένην σάρκα καθ᾽ ὑπόστασιν ἑνώσεως διὰ μόνης καθορῶμεν τῆς πίστεως, τὴν δὲ κρίσιν, ἐξ εὐωνύμων ὑπάρχουσαν, ἐν τῷ μυστηρίῳ τῶν ὑπὲρ ἡμῶν τοῦ σαρκωθέντος Θεοῦ ζωοποιῶν παθημάτων ἀρρήτως κατανοοῦμεν. Τὸ μὲν γάρ, ὡς ἀγαθός, προηγουμένως κατὰ θέλησιν γέγονεν(36), οἷα δὴ φύσει πάντων ὑπάρχων Σωτήρ, τὸ δὲ καθ᾽ ἑκούσιον ἀνοχὴν ἐφεπομένως ὑπέμεινεν, ὡς φιλάνθρωπος, οἷα δὴ πάντων κατὰ φύσιν ὑπάρχων Λυτρωτής. Οὐ γὰρ ἵνα πάθῃ προηγουμένως ὁ Θεὸς γέγονεν ἄνθρωπος, ἀλλ᾽ ἵνα τὸν ἄνθρωπον σώσῃ διὰ παθημάτων, ὑφ᾽ ἃ διὰ τὴν παράβασιν τῆς θείας ἐντολῆς ἑαυτὸν ὁ κατ᾽ ἀρχὰς ἀπαθὴς ὑπάρχων πεποίηκεν ἄνθρωπος.

∆εξιὸν οὖν τὸ κατὰ πρόνοιαν τῆς τοῦ Λόγου σαρκώσεως ὑπάρχει μυστήριον, ὡς ἐνεργητικὸν τῆς ὑπὲρ φύσιν χάριτι πρὸ τῶν αἰώνων προορισθείσης τῶν σῳζομένων θεώσεως, ἧς οὐδεὶς τὸ παράπαν κατὰ φύσιν τῶν ὄντων ἐφικέσθαι δυνήσηται λόγος· εὐώνυμον δὲ τὸ κατὰ τὴν κρίσιν τοῦ ζωοποιοῦ πάθους τοῦ κατὰ σάρκα παθεῖν βουληθέντος Θεοῦ σαφῶς ὑπάρχει μυστήριον(37), ὡς ἐνεργητικὸν μὲν τῆς τῶν ἐπεισαχθέντων ἐκ τῆς παρακοῆς τῇ φύσει παρὰ φύσιν πάντων ἰδιωμάτων τε καὶ κινημάτων παντελοῦς ἀναιρέσεως, ποιητικὸν δὲ τῆς τῶν προηγουμένως κατὰ φύσιν ἁπάντων ἰδιωμάτων τε καὶ κινημάτων ἀνελλιποῦς ἀποκαταστάσεως, καθ᾽ ἣν οὐδεὶς τὸ παράπαν τῶν ὄντων κίβδηλος εὑρεθήσεται λόγος· ἐξ ὧν, προνοίας τέ φημι καὶ κρίσεως, ἤτουν σαρκώσεώς τε καὶ πάθους, διὰ τὸ στερρόν τε καὶ καθαρὸν καὶ ἀδιάφθορον τῆς κατὰ τὴν πρᾶξιν ἀνδρικῆς ἀρετῆς καὶ ἀτρεψίας, διά τε τὸ διαφανὲς καὶ λαμπρὸν τῆς μυστικῆς θεωρίας καὶ γνώσεως, ὡς ἐκ μέσου δύο χαλκῶν ὀρέων, ἐκβέβηκεν, ἱππείων ἁρμάτων δίκην(38), ἡ ἁγία τετρὰς τῶν (14Γ_286> Εὐαγγελίων, τῶν πᾶσαν διειληφότων καὶ περιοδευσάντων τὴν γῆν καὶ τὴν πληγὴν τῆς παραβάσεως τοῦ Ἀδὰμ ἰασαμένων καὶ ἀναπαυσάντων τὸ Πνεῦμα τοῦ Θεοῦ διὰ πίστεως καὶ τῆς ἐπ᾽ αὐτῇ κατὰ τὸν βίον καλῆς πολιτείας ἐν γῇ βορρᾶ(39), τουτέστιν ἐν τοῖς ἔθνεσιν, ἐν οἷς ὁ ζόφος ἐκράτει τῆς ἀγνοίας καὶ τῆς ἁμαρτίας τὴν φύσιν ἐτυράννει τὸ σκότος.

Ἤ πάλιν ἡ τοῖς ἁγίοις Εὐαγγελίοις τῶν τεσσάρων γενικῶν ἀρετῶν ἰσάριθμος δύναμις(40), πᾶσαν διαλαβοῦσα, καθάπερ γῆν, τῶν πιστῶν τὴν καρδίαν καὶ περιοδεύσασα τὴν ἐγγενομένην αὐτοῖς ἐκ τῶν παθῶν τῆς ἀτιμίας πληγὴν καὶ ἀναπαύσασα τὸ Πνεῦμα τοῦ Θεοῦ διὰ τῆς πρακτικῆς τῶν ἐντολῶν ἐνεργείας ἐν γῇ βορρᾶ, τουτέστιν ἐν τῇ σαρκί, διὰ τῶν ἔργων τῆς δικαιοσύνης διαφαινόμενον δείξασα τὸν νόμον τοῦ Πνεύματος.

Ἣ πάλιν, τὰς δύο ἐλαίας νοητέον(41) τὴν θεωρίαν καὶ τὴν πρᾶξιν· ὧν τῆς μὲν θεωρίας(42) ἡ κατὰ τὴν σάρκωσιν πρόνοια δίδωσι φαίνεσθαι τὸν λόγον, τῆς δὲ πράξεως ἡ κατὰ τὸ πάθος κρίσις δίδωσιν ἐνεργεῖσθαι τὸν τρόπον, ὡς τῆς μὲν κατὰ ψυχὴν ἐκ δεξιῶν οὔσης τοῦ Λόγου, τῆς δὲ κατὰ σῶμα ἐξ εὐωνύμων ὑπαρχούσης, καὶ τῆς μὲν τὸν νοῦν πρὸς τὴν τοῦ Θεοῦ καλούσης συγγένειαν, τῆς δὲ τῷ Πνεύματι τὴν αἴσθησιν ἁγιαζούσης καὶ τῶν παθῶν αὐτῆς τοὺς τύπους ἀφαιρουμένης.

Ἢ πάλιν, πίστιν καὶ ἀγαθὴν συνείδησιν τὰς δύο νοητέον ἐλαίας(43), ὧν ἕστηκε μέσος ὁ Λόγος, κατὰ μὲν τὴν πίστιν ὀρθῶς παρὰ τῶν πιστῶν προσκυνούμενος, κατὰ δὲ τὴν ἀγαθὴν συνείδησιν διὰ τῆς εἰς ἀλλήλους εὐαρεστήσεως εὐσεβῶς λατρευόμενος.

Ἢ τοὺς δύο λαούς, τὸν ἐξ ἐθνῶν λέγω καὶ τὸν ἐξ Ἰουδαίων(44), ἐλαίαις δύο παρείκασεν ὁ λόγος· οὓς καὶ πιότητος υἱούς, ὥσπερ ἑρμηνεύων τὰς ἐλαίας διὰ τὴν ἐν