1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

51

τὴν αἴσθησιν παντελῶς διαφεύγοντα μαργαρίτην Λόγον. Ὡσαύτως δὲ καὶ ὁ τὴν φύσιν τῶν ὁρωμένων μὴ τῇ αἰσθήσει μόνῃ περιγράφων, ἀλλὰ κατὰ νοῦν σοφῶς τὸν ἐν ἑκάστῳ κτίσματι λόγον διερευνώμενος, εὑρίσκει Θεόν, ἀπὸ τῆς προβεβλημένης τῶν ὄντων μεγαλουργίας τὴν αὐτῶν τῶν ὄντων διδασκόμενος αἰτίαν.

Ἐπειδὴ τοίνυν ἴδιον τοῦ ψηλαφῶντος ἡ διάκρισίς ἐστιν, ὁ τὰ νομικὰ σύμβολα γνωστικῶς ἐπερχόμενος καὶ τὴν φαινομένην τῶν ὄντων φύσιν ἐπιστημονικῶς θεώμενος, διακρίνων τὴν Γραφὴν καὶ τὴν κτίσιν καὶ ἑαυτόν, τὴν μὲν Γραφὴν εἰς γράμμα καὶ πνεῦμα, τὴν δὲ κτίσιν εἰς λόγον καὶ ἐπιφάνειαν, ἑαυτὸν δὲ εἰς νοῦν καὶ αἴσθησιν, καὶ τῆς μὲν Γραφῆς τὸ πνεῦμα, τῆς δὲ κτίσεως τὸν λόγον, ἑαυτοῦ δὲ τὸν νοῦν λαβὼν καὶ ἀλλήλοις ἀλύτως ἑνώσας, εὗρε Θεόν, ὡς ἐπιγνούς, καθὼς δεῖ καὶ δυνατόν ἐστιν, τὸν Θεὸν τὸν ἐν νῷ καὶ λόγῳ καὶ πνεύματι, πάντων τῶν πλανώντων καὶ εἰς μυρίας δόξας κατασυρόντων ἀπαλλαγείς, λέγω δὲ γράμματος καὶ ἐπιφανείας καὶ αἰσθήσεως, ἐν οἷς ἡ διάφορος ὑπάρχει ποσότης καὶ τῆς μονάδος ἀντίθετος. Εἰ δὲ τὸ γράμμα τοῦ νόμου καὶ τὴν τῶν ὁρωμένων ἐπιφάνειαν καὶ τὴν οἰκείαν αἴσθησιν ἀλλήλοις τις προσπλέξας συμφύρῃ, τυφλός ἐστι μυωπάζων, τὴν τῆς αἰτίας τῶν ὄντων ἀγνωσίαν νοσῶν.

ΣΧΟΛΙΟΝ 1. Ὁ μόνον, φησίν, τῆς Γραφῆς τό πνεῦμα δίχα τῶν τύπων καί τῆς κτίσεως

δίχα τῶν σχημάτων τούς λόγους, κατά μόνον (14Β_218> τόν νοῦν, τῆς κατά τήν αἴσθησιν ἐνεργείας ἀπηλλαγμένον ἑωρακώς, εὗρεν Θεόν· ἐν μέν τῷ πνεύματι τῆς Γραφῆς, ὡς ἀγαθότητος· ἐν δέ τοῖς τῶν ὄντων λόγοις, ὡς δυνάμεως· ἐν ἑαυτῷ δέ, ὡς σοφίας αἴτιον. Οἱ γάρ τῶν ἐξ οὐκ ὄντων λόγοι, τήν δύναμιν ἀφηγοῦνται τοῦ Κτίσαντος· καί τό τῆς Γραφῆς πνεῦμα πρός θέωσιν ἐπανάγον πλανηθέντας, τήν ἀγαθότητα διαγγέλλει τοῦ γράψαντος· καί τό καθ᾿ ἡμᾶς νοερόν, ἀδιαστάτως τούς τῶν γεγονότων λόγους χωροῦν, ἀναφανδόν τήν τοῦ Τεχνίτου κηρύσσει σοφίαν.

ΛΓ (33). ΠΕΡΙ ΤΟΥ "ΑΜΗΝ ΛΕΓΩ ΥΜΙΝ, ΟΣ ΑΝ ΕΙΠΗ ΤΩ ΟΡΕΙ ΤΟΥΤΩ". 33. ΕΡΩΤΗΣΙΣ ΛΓ' Τί ἐστι ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ Ἄρθητι καὶ βλήθητι εἰς

τὴν θάλασσαν καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ πιστεύσῃ ὅτι ἃ λέγει γίνεται, ἔσται αὐτῷ, ὃ ἐὰν εἴπῃ; Τί ἐστι τὸ καὶ μὴ διακριθῇ;

Ἀπόκρισις. Ὁ μὲν θεῖος καὶ μέγας ἀπόστολος, τί ἐστι πίστις ὁρίζων, φησὶ πίστις ἐστὶν

ἐλπιζομένων ὑπόστασις καὶ πραγμάτων ἔλεγχος οὐ βλεπομένων. Εἰ δέ τις καὶ ἐνδιάθετον ἀγαθὸν αὐτὴν ὁρίσαιτο ἢ γνῶσιν ἀληθῆ τῶν ἀπορρήτων ἀγαθῶν ἀποδεικτικήν, τῆς ἀληθείας οὐ διήμαρτεν. Ὁ δὲ Κύριος, διδάσκων περὶ τῶν ἀπορρήτων ἀγαθῶν καὶ τῶν ἐλπιζομένων καὶ οὐχ ὁρωμένων, φησὶν ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν. Οὐκοῦν ταὐτὸν τῇ βασιλείᾳ τοῦ Θεοῦ ἡ τοῦ Θεοῦ πίστις ἐστίν, κατὰ μόνην ἐπίνοιαν διαιρουμένη πρὸς τὴν βασιλείαν. Ἡ μὲν γὰρ πίστις ἀνείδεος Θεοῦ βασιλεία ἐστίν, ἡ δὲ βασιλεία πίστις θειωδῶς εἰδοπεποιημένη. Ὥστε κατὰ τοῦτον τὸν λόγον οὐκ ἐκτὸς ἡμῶν ἐστιν ἡ πίστις, ἥτις, ἐνεργουμένη ταῖς θείαις ἐντολαῖς, γίνεται βασιλεία Θεοῦ, μόνοις γινωσκομένη τοῖς ἔχουσι. (14Β_220> Εἰ δὲ ἡ βασιλεία τοῦ Θεοῦ ἐνεργουμένη πίστις ἐστίν, ἡ δὲ βασιλεία τοῦ Θεοῦ τῶν αὐτὴν βασιλευόντων ἄμεσον πρὸς τὸν Θεὸν ποιεῖται τὴν ἕνωσιν, ἡ πίστις ἀπεδείχθη σαφῶς ὑπάρχουσα δύναμις σχετικὴ ἢ σχέσις δραστικὴ τῆς ὑπὲρ φύσιν ἀμέσου τοῦ πιστεύοντος πρὸς τὸν πιστευόμενον Θεὸν τελείας ἑνώσεως.

Ἐπειδὴ τοίνυν ὁ ἄνθρωπος ἐκ ψυχῆς ὑπάρχων καὶ σώματος, δυσὶ σαλεύεται νόμοις, σαρκὸς λέγω καὶ πνεύματος, καὶ ὁ μὲν τῆς σαρκὸς νόμος κατὰ τὴν αἴσθησιν, ὁ δὲ τοῦ πνεύματος κατὰ τὸν νοῦν κέκτηται τὴν ἐνέργειαν, καὶ ὁ μὲν τῆς σαρκὸς ὕλῃ