1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

5

ἐμφερομένων τοῖς θείοις λογίοις μυστικῶν θεαμάτων καὶ τῆς ἐπ᾽ αὐτοῖς πνευματικῆς μεγαλονοίας, εἴπερ καὶ τοῦτο θεμιτὸν ἐμοὶ πρὸς ὑμᾶς εἰπεῖν, τοὺς ἅλας ἤδη τῆς γῆς καὶ φῶς τοῦ κόσμου, κατὰ τὸν κυριακὸν λόγον, διὰ τὸν πλοῦτον τῆς ἀρετῆς καὶ τὴν πολλὴν χύσιν τῆς γνώσεως γεγενημένους καὶ τὴν ἐν ἄλλοις σηπεδόνα τῶν παθῶν τρόποις ἀρετῶν ἐκκαθαίροντας καὶ τὴν ἄγνοιαν, ψυχῆς ὑπάρχουσαν τύφλωσιν, τῷ τῆς γνώσεως φωτὶ καταυγάζοντας.

14Β_032 Παρακαλῶ δὲ τοὺς ἁγιωτάτους ὑμᾶς καὶ πάντας τούς, ὡς εἰκός, ἐντευξομένους τῷδε τῷ γράμματι μὴ τοῦτο ὅρον ποιεῖσθαι τῆς τῶν κεφαλαίων πνευματικῆς ἑρμηνείας τὰ λεγόμενα παρ᾽ ἐμοῦ· πολὺ γὰρ τῆς τῶν θείων λογίων ἀπολιμπάνομαι διανοίας καὶ τῆς ἄλλων πρὸς τοῦτο χρῄζω διδασκαλίας. Ἀλλ᾽ εἴ τι καὶ παρ᾽ ἑαυτῶν ἢ παρ᾽ ἄλλων ἐπιβαλεῖν ἢ μαθεῖν δυνηθείητε, μᾶλλον ἐκεῖνο δικαίως ἐγκρίνατε καὶ τῆς ὑψηλοτέρας καὶ ἀληθοῦς γένεσθε διανοίας, ἧς ἔργον ἐστὶν ἡ τῆς καρδίας πληροφορία τῶν ἐφιεμένων τῆς τῶν ἀπορηθέντων πνευματικῆς διαγνώσεως.

Ὕδατι γὰρ ὁ θεῖος ἔοικε λόγος, ὥσπερ φυτοῖς παντοδαποῖς καὶ βλαστήμασι καὶ διαφόροις ζῴοιςτοῖς αὐτόν φημι τὸν λόγον ποτιζομένοις ἀνθρώποιςἀναλόγως αὐτοῖς ἐκφαινόμενός τε γνωστικῶς καὶ πρακτικῶς διὰ τῶν ἀρετῶν ὡς καρπὸς προδεικνύμενος κατὰ τὴν ἐν ἑκάστῳ ποιότητα τῆς ἀρετῆς καὶ τῆς γνώσεως καὶ γινόμενος δι᾽ ἄλλων ἄλλοις ἐπίδηλος· ἑνὶ γὰρ οὐδέποτε περιγράφεται καὶ μιᾶς ἐντὸς οὐκ ἀνέχεται διανοίας γενέσθαι διὰ τὴν φυσικὴν ἀπειρίαν κατάκλειστος.

Ἐπειδὴ δὲ περὶ τῶν διοχλούντων ἡμῖν παθῶν πρῶτον εἰπεῖν ἐκελεύσατε, πόσα τε καὶ ποῖα τυγχάνει, καὶ ἐκ ποίας ἀρχῆς καὶ εἰς οἷον διὰ τῆς οἰκείας μεσότητος καταντᾷ πέρας, καὶ ποίας ἕκαστον δυνάμεως ψυχῆς ἢ μέλους σώματος ἐμφυόμενον πρὸς ἑαυτὸ ἀοράτως μορφοῖ τὸν νοῦν καὶ τὸ σῶμα ποιοῖ, βαφῆς δίκην, ὅλην διὰ τῶν λογισμῶν πρὸς τὴν ἁμαρτίαν χρῶσαν τὴν ἀθλίαν ψυχήν, τῆς τε προσηγορίας ἑκάστου τὴν δύναμιν καὶ τὴν ἐνέργειαν, τούς τε καιροὺς καὶ τὰ σχήματα καὶ τοὺς δι᾽ αὐτῶν δόλους τῶν ἀκαθάρτων δαιμόνων καὶ τὰς ἀοράτους συμπλοκὰς καὶ τὰς ὑποκρίσεις, καὶ πῶς δι᾽ ἄλλων ἄλλα λεληθότως προβάλλονται καὶ ἐπ᾽ ἄλλα δι᾽ ἄλλων πιθανῶς ὑποσύρουσιν, τάς τε λεπτότητας καὶ τὰς σμικρότητας καὶ τὰ μεγέθη καὶ τοὺς ὄγκους αὐτῶν, ὑφέσεις τε καὶ ἐφέσεις ἐπαγωγάς τε καὶ καταδρομάς, καὶ ὑποχωρήσεις καὶ συστολὰς ἐπιμονάς τε καὶ 14Β_034 προσεδρείας ταχυτέρας ἢ βραδυτέρας, καὶ οἷον τὰς ὡς ἐν δικαστηρίῳ πρὸς τὴν ψυχὴν δικαιολογίας καὶ τὰς δῆθεν κατὰ διάνοιαν γινομένας ψήφους τάς τε φαινομένας ἥττας ἢ νίκας, τίς τε ἡ ἐφ᾽ ἑκάστῳ διάθεσις καὶ διὰ ποίαν αἰτίαν ἓν ἢ πολλὰ πάθη τῇ ψυχῇ συγχωροῦνται προσβάλλειν καὶ τοῦτο ἢ καθ᾽ ἑαυτοὺς ἢ σὺν ἀλλήλοις, καὶ ποίῳ λόγῳ συναναφέρουσιν ἑαυτοῖς ἀχρόνως τὰς οἰκείας ὕλας, δι᾽ ὧν κεκρυμμένως πρὸς ἡμᾶς τὸν πικρὸν συμπλέκουσι πόλεμον, ὡς ἐπὶ παροῦσιν ἐργωδῶς τοῖς μηδαμῶς οὖσι διαπονουμένους καὶ οἷον ὁρμῶντας ταῖς ὕλαις ἢ φεύγοντας, τὸ μὲν δι᾽ ἡδονήν, τὸ δὲ δι᾽ ὀδύνην πάσχοντας, τόν τε τρόπον τῆς ἐν ἡμῖν ὑπάρξεως αὐτῶν καὶ τῆς πολυπλόκου καὶ διαφόρου κατὰ τὸν ὕπνον αὐτῶν ἐν ὀνείροις φαντασίας, καὶ εἰ ἔν τινι μέρει καθείργνυνται τῆς ψυχῆς ἢ τοῦ σώματος ἢ ἐν ὅλῃ τῇ ψυχῇ καὶ ὅλῳ τῷ σώματι, καὶ εἰ, ἐντὸς ὄντες, διὰ τῶν φυσικῶν παθῶν τὰ ἐκτὸς ἐπισπᾶσθαι πείθουσι τὴν ψυχὴν διὰ μέσου τοῦ σώματος καὶ πλανῶσι τῆς αἰσθήσεως μόνης ὅλην γενέσθαι, τῶν κατὰ φύσιν οἰκείων ἀφεμένην, ἤ, ἐκτὸς ὄντες, διὰ τῆς ἔξωθεν ἐπαφῆς τοῦ σώματος τὴν ἀόρατον ψυχὴν πρὸς τὰ ὑλικὰ σχηματίζουσι, σύνθετον αὐτῇ μορφὴν ἐπιτιθέντες, τῆς ἀναληφθείσης κατὰ τὴν φαντασίαν ὕλης τὸ εἶδος προσπλάττοντες, καὶ εἰ τάξις ἐστὶν ἐν αὐτοῖς καὶ εἱρμὸς κακούργως ἐπινενοημένος διὰ τῶνδε τῶν παθῶν πρότερον ἀπόπειραν λαβεῖν τῆς ψυχῆς καὶ οὕτως διὰ τῶν ἄλλων ἀκολούθως