1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

172

δώδεκα ἀριθμὸς ἐκ πέντε καὶ ἑπτὰ συντιθέμενος ἀποτελεῖται, ἡ δὲ φύσις ὑπάρχει πενταδικὴ διὰ τὴν αἴσθησιν, ὁ δὲ χρόνος ἐστὶν ἑβδοματικός, ἄρα φύσιν καὶ χρόνον ὁ δώδεκα δηλοῖ σαφῶς ἀριθμός. Σεσημειωμένως δὲ πλείους ἢ δώδεκα μυριάδας εἶπεν ἀνθρώπων, ἵνα γνῶμεν περιγραφέντα τοῦτον τὸν ἀριθμὸν καὶ ὑπερβαθέντα τοῖς πλείοσιν ἀορίστως τὸ ὑπὲρ τὸν δώδεκα ἀριθμὸν δι᾽ ἑαυτῶν ποιουμένοις ποσόν.

Οὐκοῦν ἡ τοῦ Θεοῦ πανεύφημος Ἐκκλησία(23), τοὺς κατὰ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν παρελθόντας μὲν τοὺς κατὰ χρόνον καὶ φύσιν λόγους, πρὸς δὲ τὴν τῶν αἰωνίων καὶ νοητῶν διαβάντας μεγαλοπρέπειαν ἔχουσα, πλείους ἢ δώδεκα μυριάδας ἀνδρῶν ἔχει μὴ γινώσκοντας δεξιὰν αὐτῶν ἢ ἀριστεράν. Ὁ γὰρ διὰ τὴν ἔννομον ἀρετὴν τῶν ἐν σαρκὶ παθῶν, ὡς ἀριστερῶν, ποιούμενος λήθην καὶ διὰ τὴν ἄπταιστον γνῶσιν ἐπὶ τοῖς κατορθώμασι τῇ νόσῳ τῆς φυσιούσης οἰήσεως, ὡς δεξιᾶς, οὐχ ἁλισκόμενος ἀνὴρ γέγονε μὴ γινώσκων δεξιὰν αὐτοῦ, ὡς δόξης οὐκ ἐρῶν λυομένης, οὐδὲ ἀριστεράν, ὡς τοῖς σαρκὸς οὐκ ἐρεθιζόμενος πάθεσιν.

∆εξιὰν οὖν, ὡς ἔοικεν, εἶπεν ὁ Λόγος τὴν ἐπὶ τοῖς δῆθεν κατορθώμασι κενοδοξίαν, ἀριστερὰν δὲ τὴν ἐπὶ τοῖς αἰσχροῖς πάθεσιν ἀκολασίαν. Τούτους δὲ καὶ πᾶσα ψυχὴ ταῖς θεωρίαις τῶν νοητῶν λαμπρυνομένη κέκτηται τοὺς ἄνδρας μὴ γινώσκοντας δεξιὰν αὐτῶν καὶ ἀριστεράν. Πᾶσα γὰρ ψυχὴ τῆς περὶ φύσιν καὶ χρόνον θεωρίας τὴν διανοητικὴν συστείλασα δύναμιν τὸν δώδεκα παρελθόντας ἀριθμὸν ἔχει, καθάπερ ἄνδρας, τοὺς φυσικοὺς λογισμούς, οἷα δὴ λοιπὸν μηκέτι τοῖς ὑπὸ φύσιν καὶ χρόνον πονουμένους λόγοις, πρὸς δὲ τὴν τῶν θείων μυστηρίων κατανόησιν καὶ ἐπιστήμην ἀσχολουμένους καὶ διὰ τοῦτο μὴ γινώσκοντας (14Γ_324> δεξιὰν αὐτῶν ἢ ἀριστερὰν αὐτῶν. Ἡ γὰρ κατὰ λόγον γνῶσις τῶν ἀρετῶν, ἤγουν ἡ κατ᾽ ἐνέργειαν ἀληθὴς τῆς τῶν ἀρετῶν αἰτίας ἐπίγνωσις(24), ἄγνοιαν παντελῆ πέφυκε ποιεῖν τῆς, ὡς δεξιᾶς καὶ ἀριστερᾶς, ἑκατέρωθεν παρακειμένης τῇ μεσότητι τῶν ἀρετῶν ὑπερβολῆς καὶ ἐλλείψεως.

Εἰ γὰρ οὐδὲν ἐν τῷ λόγῳ παντελῶς πέφυκεν εἶναι παράλογον(25), σαφῶς ὁ πρὸς τὸν λόγον τῶν ἀρετῶν ἀναχθεὶς τὴν τῶν παραλόγων οὐδαμῶς ἐπιγνώσεται θέσιν· οὐ γὰρ δυνατὸν ἄμφω κατὰ ταὐτὸν ἅμα καταθρῆσαι τὰ ἀντικείμενα καὶ θατέρῳ ἅμα τὸ ἕτερον γνῶναι συνεμφαινόμενον.

Εἰ γὰρ ἀπιστίας ἐν τῇ πίστει λόγος οὐδείς(26), οὐδὲ σκότους αἰτία κατὰ φύσιν ὑπάρχει τὸ φῶς, οὐδὲ Χριστῷ συνενδείκνυσθαι πέφυκεν ὁ διάβολος, δῆλον ὡς οὐδὲ τῷ λόγῳ τὸ παράπαν συνυπάρχει τι παράλογον. Εἰ δὲ τῷ λόγῳ συνεῖναι παντελῶς οὐ δύναται τὸ παράλογον, ὁ πρὸς τὸν λόγον τῶν ἀρετῶν ἀναχθεὶς τὴν τῶν παραλόγων, ὡς ἔφην, οὐκ ἐπίσταται θέσιν, μόνην ὡς ἔστιν, ἀλλ᾽ οὐχ ὡς νομίζεται, γινώσκων τὴν ἀρετὴν(27) καὶ διὰ τοῦτο μήτε δεξιὰν διὰ τῆς ὑπερβολῆς μήτε ἀριστερὰν διὰ τῆς ἐλλείψεως ἐπιστάμενος· ἐπ᾽ ἀμφοῖν γὰρ θεωρεῖται σαφῶς τὸ παράλογον. Εἰ γὰρ ὅρος ὑπάρχει καὶ μέτρον τῶν ὄντων ὁ λόγος(28), ἴσον πρὸς ἀλογίαν ἐστίν, καὶ διὰ τοῦτο παράλογον, τὸ παρὰ τὸν ὅρον καὶ παρὰ τὸ μέτρον ἢ πάλιν ὑπὲρ τὸν ὅρον κινεῖσθαι καὶ ὑπὲρ τὸ μέτρον. Ἐπίσης γὰρ ἄμφω τοῖς οὕτω κινουμένοις τοῦ κυρίως ὄντος φέρει τὴν ἔκπτωσιν, τὸ μὲν ἄδηλον αὐτοὺς ποιεῖσθαι τοῦ δρόμου πεῖθον τὴν κίνησιν καὶ ἀόριστον(29), οὐκ ἔχουσαν σκοπὸν τὸν Θεὸν δι᾽ ἀμετρίαν νοὸς ὡς τέλος αὐτῆς προεπινοούμενον, τοῦ δεξιοῦ δεξιώτερον ἀναπλαττομένους, τὸ δὲ παρὰ τὸν σκοπὸν πρὸς μόνην τὴν αἴσθησιν αὐτοὺς πεῖθον τοῦ δρόμου ποιεῖσθαι τὴν κίνησιν, δι᾽ ἀτονίαν νοὸς προεπινοούμενον τέλος νομίζοντας τὸ κατ᾽ αἴσθησιν αὐτοῖς περιγραφόμενον· ἅπερ ἀγνοεῖ, μὴ πάσχων(30), ὁ (14Γ_326> μόνῳ τῷ λόγῳ τῆς ἀρετῆς συνημμένος καὶ πᾶσαν αὐτῷ τῆς κατὰ νοῦν οἰκείας δυνάμεως περιγράψας τὴν κίνησιν(31) καὶ διὰ τοῦτο μηδὲν ὑπὲρ τὸν λόγον ἢ παρὰ τὸν λόγον διανοεῖσθαι δυνάμενος.