1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

53

ἀπαλλαγὴ παθῶν, ὑπομονὴ πειρασμῶν, ἀρετῶν λόγοι, τρόποι ἐνεργειῶν, ἐξήλωσις τῆς πρὸς σάρκα τῆς ψυχῆς διαθέσεως, ἀποξένωσις τῆς πρὸς τὰ αἰσθητὰ τῆς αἰσθήσεως σχέσεως, τοῦ νοῦ παντελὴς ἀπὸ πάντων τῶν γεγονότων ἀναχώρησιςκαὶ ἁπλῶς μυρία ἄλλα εἰσὶ τὰ πρὸς ἀποχὴν μὲν κακίας καὶ ἀγνωσίας, κατόρθωσιν δὲ γνώσεως καὶ ἀρετῆςεἰκότως ὁ Κύριος ἔφη πάντα ὅσα ἂν αἰτεῖσθε πιστεύοντες λήψεσθε, πάντα ἁπλῶς τὰ πρὸς ἐπίγνωσιν Θεοῦ καὶ ἀρετὴν συντείνοντα μόνα καὶ ζητεῖν καὶ αἰτεῖν μετ᾽ ἐπιστήμης καὶ πίστεως δεῖν εἰπὼν τοὺς εὐσεβεῖς.

Ταῦτα γὰρ πάντως συμφέρει, καὶ πάντως δίδωσιν αὐτὰ τοῖς αἰτοῦσιν ὁ Κύριος. Ὁ τοίνυν διὰ μόνην τὴν πίστιν, ἤγουν τὴν πρὸς τὸν Θεὸν ἄμεσον ἕνωσιν, πάντα ζητῶν τὰ πρὸς τὴν ἕνωσιν, πάντως λήψεται. Ὁ δὲ ταύτης δίχα τῆς αἰτίας, κἂν ἄλλα, κἂν τὰ προειρημένα ζητῇ, οὐ λήψεται· οὐ γὰρ πιστεύει, ἀλλ᾽ οἰκείαν ὡς ἄπιστος διὰ τῶν θείων πραγματεύεται δόξαν.

ΛΕ (35). ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΚΕΛΕΥΟΜΕΘΑ ΕΣΘΙΕΙΝ ΤΗΝ ΣΑΡΚΑ ΤΟΥ ΛΟΓΟΥ ΚΑΙ

ΠΙΝΕΙΝ ΤΟ ΑΙΜΑ, ΜΗ ΣΥΝΤΡΙΒΕΙΝ ∆Ε ΤΑ ΟΣΤΑ; 35. ΕΡΩΤΗΣΙΣ ΛΕ' Ἐπειδὴ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ οὐ μόνον σὰρξ ἀλλὰ καὶ αἷμα καὶ ὀστᾶ, καὶ

κελευόμεθα ἐσθίειν μὲν τὴν σάρκα, πίνειν δὲ τὸ αἷμα, μὴ συντρίβειν δὲ τὰ ὀστᾶ, παρακαλῶ μαθεῖν τίς ἡ τριμερὴς αὕτη τοῦ ἀνθρωπισθέντος Λόγου δύναμις.

Ἀπόκρισις. Εἰς οὐσίαν ἐλθεῖν βουληθείς, ὡς οἶδεν αὐτὸς ὁ ὑπερούσιος Λόγος καὶ πάντων

τῶν ὄντων δημιουργός, τοὺς τῶν ὄντων πάντων τῶν φαινομένων καὶ νοουμένων μετὰ τῶν ἀκαταλήπτων τῆς οἰκείας θεότητος νοημάτων φυσικοὺς ἐπεφέρετο λόγους· ὧν, τῶν μὲν νοητῶν οἱ λόγοι εἶεν τὸ αἷμα τοῦ Λόγου, τῶν αἰσθητῶν δὲ οἱ λόγοι ἡ φαινομένη τοῦ Λόγου ἔστω σάρξ. Ἐπειδὴ τοίνυν καὶ τῶν ἐν τοῖς φαινομένοις καὶ τῶν ἐν τοῖς νοουμένοις πνευματικῶν λόγων ὑπάρχει διδάσκαλος ὁ Λόγος, πρεπόντως καὶ κατὰ λόγον δίδωσι τοῖς ἀξίοις, ὡς σάρκα φαγεῖν, τὴν ἐν τοῖς λόγοις τῶν ὁρωμένων ἐπιστήμην καί, ὡς αἷμα πίνειν, τὴν ἐν τοῖς λόγοις τῶν νοουμένων γνῶσιν, οὓς καὶ ἡ σοφία διὰ τοῦ κρατῆρος καὶ τῶν θυμάτων πόρρωθεν μυστικῶς διὰ τῶν Παροιμιῶν ἡτοιμάσατο· τὰ δὲ ὀστᾶ, τουτέστι τοὺς ὑπὲρ νόησιν περὶ θεότητος λόγους, πάσῃ γενητῇ φύσει κατὰ τὸ ἴσον ἀπείρως ἀπέχοντας, οὐ δίδωσιν, οὐκ ἐχούσης τῆς τῶν ὄντων φύσεως κατά τινα δύναμιν πρὸς τούτους τὴν ἐπιδεχομένην σχέσιν.

Καὶ πάλιν, σάρξ ἐστι τοῦ Λόγου ἡ ἀληθὴς ἀρετή, αἷμα δὲ ἡ ἄπταιστος γνῶσις, ὀστᾶ δὲ ἡ ἀπόρρητος θεολογία. Τρόπον γὰρ αἵματος, κατ᾽ εἶδος εἰς σάρκα μεταβαλλομένου, καὶ ἡ γνῶσις διὰ τῆς πρακτικῆς εἰς ἀρετὴν μεταπλάττεται, καὶ ὀστέων δίκην συστατικῶν αἴματος καὶ σαρκός, καὶ οἱ πάσης ἐπέκεινα νοήσεως περὶ θεότητος λόγοι, τοῖς οὖσιν ἐνυπάρχοντες, τὰς τῶν ὄντων (14Β_228> ἀγνώστως καὶ ποιοῦσι καὶ πρὸς τὸ εἶναι συνέχουσιν οὐσίας, καὶ πᾶσαν γνῶσιν καὶ πᾶσαν ἀρετὴν συνιστῶσιν.

Εἰ δὲ καὶ τοὺς περὶ κρίσεως καὶ προνοίας λόγους εἶναι τὴν σάρκα καὶ τὸ αἷμα, ὡς πάντως ποτὲ βρωθησομένους καὶ ποθησομένους, τοὺς δὲ τούτοις ἐγκεκρυμμένους ἀρρήτους περὶ θεότητος λόγους ὀστᾶ φήσειέ τις, οὐκ ἔξω βέβηκεν, ὧς οἶμαι, τοῦ εἰκότος.

Τυχὸν δὲ σάρξ ἐστι πάλιν τοῦ Λόγου καὶ ἡ τῆς φύσεως τελεία πρὸς ἑαυτὴν δι᾽ ἀρετῆς καὶ γνώσεως ἐπάνοδος καὶ ἀποκατάστασις, αἷμα δὲ ἡ ταύτην πρὸς τὸ ἀεὶ εὖ εἶναι χάριτι συνέχειν μέλλουσα θέωσις, ὀστᾶ δὲ αὐτὴ ἡ πρὸς τὸ ἀεὶ εὖ εἶναι διὰ θεώσεως συνέχουσα τὴν φύσιν ἄγνωστος δύναμις.