1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

66

(14Β_278> Πολλὴ τοιγαροῦν ἐστιν ἡ διαφορὰ τῶν δύο ξύλων, καὶ τῆς αὐτῶν φυσικῆς διακρίσεως, καὶ τῆς ἐν ἑκάστῳ προσφυοῦς ἐμφάσεως, ὁμωνύμως ἐκφωνηθείσης ἄνευ διαστολῆς προσηγορίας τοῦ καλοῦ τε καὶ τοῦ κακοῦ, καὶ πολλὴν δύναται ποιῆσαι τοῖς μὴ σοφῶς τε καὶ ἐπεσκεμμένως ἐντυγχάνουσι τοῖς Λογίοις τοῦ Πνεύματος τὴν πλάνην. Ἀλλ᾽ ὑμεῖς σοφοὶ διὰ τῆς χάριτος ὄντες, γνῶτε ὅτι τὸ ἁπλῶς λεγόμενον κακὸν οὐ πάντως κακόν, ἀλλὰ πρός τι μὲν κακόν, πρός τι δὲ οὐ κακόν· ὡσαύτως καὶ τὸ ἁπλῶς λεγόμενον καλὸν οὐ πάντως καλόν, ἀλλὰ πρός τι μὲν καλόν, πρός τι δὲ οὐ καλόν· καὶ τὴν ἐκ τῆς ὁμωνυμίας βλάβην φυλάξασθε.

ΣΧΟΛΙΑ 1. Νοῦ μέν γάρ καλόν ἐστιν, ἡ ἀπαθής πρός τό πνεῦμα διάθεσις· κακόν δέ, ἡ

ἐμπαθής πρός τήν αἴσθησιν σχέσις. Αἰσθήσεως δέ καλόν ἐστιν, ἡ καθ᾿ ἡδονήν ἐμπαθής πρός τό σῶμα κίνησις· κακόν δέ, ἡ κατ᾿ ἀρετήν ταύτῃ ἐπιγινομένη διάθεσις.

Μ∆ (44). ΠΕΡΙ ΤΟΥ "Ι∆ΟΥ Α∆ΑΜ ΓΕΓΟΝΕΝ ΩΣ ΕΙΣ ΕΞ ΗΜΩΝ". 44. ΕΡΩΤΗΣΙΣ Μ∆' Πρὸς τίνα λέγει ὁ Θεὸς ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν; Εἰ μὲν πρὸς τὸν

Υἱόν, καὶ πῶς συγκρίνεται Ἀδὰμ Θεῷ, μὴ ὢν τῆς οὐσίας αὐτοῦ; Εἰ δὲ πρὸς ἀγγέλους, πῶς τὸν ἄγγελον πάλιν ἑαυτῷ συγκρίνει, ὡς πρὸς ἴσον κατὰ τὴν οὐσίαν λέγων τὸ ὡς εἷς ἐξ ἡμῶν;

Ἀπόκρισις. Ἤδη μὲν εἶπον ἐν τῷ περὶ τῆς πυργοποιΐας κεφαλαίῳ ὅτι κατὰ τὴν

ὑποκειμένην τῇ ψυχῇ τῶν προνοουμένων διάθεσιν ἡ Γραφὴ λαλοῦντα τὸν Θεὸν διαπλάττεται, διὰ τῶν κατὰ φύσιν (14Β_280> ἡμῖν συμφυῶν τρόπων τὴν θείαν αἰνιττομένη βουλήν. Καὶ ἐνταῦθα τοίνυν οὐχ ἁπλῶς λέγοντα τὸν Θεὸν ἡ Γραφὴ δείκνυσι τὸ ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν, ἀλλά, δηλονότι μετὰ τὴν παράβασιν, προσθεῖσα καὶ τὴν αἰτίαν τῆς λέξεως, ἣν ὑμεῖς ἐντάξαι τῷ κεφαλαίῳ παρελίπετε, τῆς ὅλης σαφηνιστικὴν ὑπάρχουσαν ἐννοίας. Εἰπὼν γὰρ ὁ λόγος ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, προσέθηκε τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, καὶ νῦν μήποτε ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ ζήσεται εἰς τὸν αἰῶνα. Ἐπειδὴ γὰρ ἅμα τῇ συμβουλῇ πολυθεΐαν αὐτὸν ἐδίδαξεν ὁ διάβολος εἰπὼν ᾗ δ᾽ ἂν ἡμέρᾳ φάγησθε ἀπὸ τοῦ ξύλου, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί, καὶ ἔσεσθε ὡς θεοὶ γινώσκοντες καλὸν καὶ πονηρόν, διὰ τοῦτο μεθ᾽ ὑποκρίσεως καὶ οἷον εἰπεῖν εἰρωνευτικήν τε καὶ ὀνειδιστικήν, εἰς ἔλεγχον τοῦ πεισθέντος ἀνθρώπου τῷ διαβόλῳ, τὴν τὸ γέγονεν ὡς εἷς ἐξ ἡμῶν πρὸς τὴν ἐντεθεῖσαν διὰ τῆς ἀπάτης παρὰ τοῦ ὄφεως τῷ Ἀδὰμ περὶ θεότητος ἔννοιαν πληθυντικῶς ποιεῖται φωνὴν ὁ Θεός.

Καὶ μή τις δόξῃ τῆς γραφικῆς εἶναι συνηθείας ἀλλότριον τὸ εἶδος τῆς κατ᾽ εἰρωνείαν λέξεως, ἀκούων τῆς Γραφῆς ἐκ προσώπου τοῦ Θεοῦ λεγούσης πρὸς τὸν Ἰσραὴλ ἐὰν πορευθῆτε πρός με πλάγιοι, κἀγὼ πορεύσομαι πρὸς ὑμᾶς πλάγιος, εἰδὼς μηδὲν διαφέρειν εἰρωνείας πλαγιασμόν, καὶ πάλιν εὑρίσκων πῶς τὴν τοῦ Ἀχαὰβ συνεσκεύασεν ἀπάτην, ὡς ἀλήθειαν αὐτῷ προβαλλόμενος τὸ ψεῦδος δι᾽ ὧν ἥμαρτεν φέρων αὐτῷ δικαίως τὴν κόλασιν. Εἰ γὰρ μὴ πρὸς τὴν πλάνην τοῦ Ἀδὰμ ἡ Γραφὴ τὸν Θεὸν λέγοντα τὸ ὡς εἷς ἐξ ἡμῶν εἰσήγαγεν, πῶς ἐπέφερε τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, ὡς σύνθετον ἔχοντα γνῶσιν καὶ ἐξ ἐναντίων συγκειμένην· ὅπερ ἀμήχανον ἐπὶ Θεοῦ κἂν ἐννοῆσαι, μήτι γε εἰπεῖν τολμῆσαι, τοῦ μόνου ἁπλοῦ τὴν οὐσίαν καὶ τὴν δύναμιν καὶ τὴν γνῶσιν, καὶ μόνην (14Β_282> τὴν τοῦ καλοῦ γνῶσιν ἔχοντος, μᾶλλον δὲ αὐτοουσία καὶ δύναμις καὶ γνῶσις ὄντος. Ἀλλ᾽ οὐδέ τι τῶν ἐκ Θεοῦ καὶ μετὰ Θεὸν λογικῶν οὐσιῶν ἔχει ὁμοῦ τε καὶ κατὰ ταὐτὸν ἐν τῷ τῆς διανοίας ἁπλῷ κινήματι κατὰ σύνθεσιν ἐκ τῶν ἐναντίων ὑφισταμένην τὴν γνῶσιν. ∆ιότι πέφυκεν ἡ θατέρου τῶν ἀλλήλοις ἀντικειμένων γνῶσις τῆς τοῦ ἑτέρου ποιεῖσθαι γνώσεως