1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

12

Ἀπόκρισις. Τοὺς μὲν πρώτους τῶν γεγονότων λόγους ὁ Θεὸς καὶ τὰς 14Β_060

καθόλου τῶν ὄντων οὐσίας ἅπαξ, ὡς οἶδεν αὐτός, συμπληρώσας, ἔτι ἐργάζεται οὐ μόνον τὴν τούτων αὐτῶν πρὸς τὸ εἶναι συντήρησιν, ἀλλὰ καὶ τὴν κατ᾽ ἐνέργειαν τῶν ἐν αὐτοῖς δυνάμει μερῶν δημιουργίαν πρόοδόν τε καὶ σύστασιν, ἔτι μὴν καὶ τὴν διὰ τῆς προνοίας πρὸς τὰ καθόλου τῶν μερικῶν ἐξομοίωσιν, ἕως ἄν, τῷ κατὰ φύσιν γενικωτέρῳ λόγῳ τῆς λογικῆς οὐσίας διὰ τῆς πρὸς τὸ εὖ εἶναι κινήσεως τῶν μερικῶν τὴν αὐθαίρετον ἑνώσας ὁρμήν, ποιήσειεν ἀλλήλοις τε καὶ τῷ ὅλῳ σύμφωνα καὶ ταὐτοκίνητα, μὴ ἐχόντων τὴν γνωμικὴν πρὸς τὰ καθόλου τῶν ἐπὶ μέρους διαφοράν, ἀλλ᾽ εἷς καὶ ὁ αὐτὸς ἐφ᾽ ὅλων θεωρηθήσεται λόγος, μὴ διαιρούμενος τοῖς τῶν καθ᾽ ὧν ἴσως κατηγορεῖται τρόποις, καὶ οὕτως ἐνεργουμένην τὴν ἐκθεωτικὴν τῶν ὅλων ἐπιδείξηται χάριν· δι᾽ ἣν γενόμενος ἄνθρωπος ὁ Θεὸς καὶ Λόγος φησὶν ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι, ὁ μὲν εὐδοκῶν, ὁ δὲ αὐτουργῶν, καὶ τοῦ ἁγίου Πνεύματος οὐσιωδῶς τήν τε τοῦ Πατρὸς ἐπὶ πᾶσιν εὐδοκίαν καὶ τὴν αὐτουργίαν τοῦ Υἱοῦ συμπληροῦντος, ἵνα γένηται διὰ πάντων καὶ ἐν πᾶσι εἷς ὁ ἐν τριάδι Θεός, ἀναλόγως ὅλος ἑκάστῳ κατὰ χάριν τῶν ἀξιουμένων καὶ ὅλοις ἐνθεωρούμενος, ὡς ὅλῳ καὶ ἑκάστῳ μέλει τοῦ σώματος δίχα μειώσεως ἐνυπάρχει φυσικῶς ἡ ψυχή.

ΣΧΟΛΙΑ. 1. Ἐν τῇ ὕλῃ· τουτέστι, τῇ καθόλου τῶν ὄντων οὐσίᾳ δυνάμει τυγχάνουσι, τά

κατά μέρος ἐκ τῆς ὕλης γινόμενα μερικά, ὧν τήν γένεσιν φησίν ὁ Θεός προδήλως ἐργάζεται.

2. Τήν πρός τά καθόλου τῶν μερικῶν ἐξομοίωσιν λέγει, τήν πάντων τῶν ἀνθρώπων κατά μίαν τῆς γνώμης κίνησιν πρός τόν λόγον τῆς φύσεως ἕνωσιν, ἥν ἐργάζεται διά τῆς προνοίας ὁ Θεός, ἵνα γένηται πάντων ὥσπερ μία φύσις, οὕτω 14Β_062 καί γνώμη, πάντων Θεῷ τε καί ἀλλήλοις συναφθέντων διά τοῦ Πνεύματος.

Γ (3). ΠΕΡΙ ΤΟΥ ΕΝ ΤΩ ΕΥΑΓΓΕΛΙΩ ΒΑΣΤΑΖΟΝΤΟΣ ΤΟ ΚΕΡΑΜΙΟΝ ΤΟΥ

Υ∆ΑΤΟΣ. 3. ΕΡΩΤΗΣΙΣ Γ' Τίς ἐστι κατὰ τὸ Εὐαγγέλιον ὁ ἐν τῇ πόλει τὸ κεράμιον βαστάζων τοῦ ὕδατος,

καὶ διὰ τί ὕδατος, ᾧ οἱ ὑπὸ Χριστοῦ πεμπόμενοι μαθηταὶ ἀπαντῶσι καὶ κελεύονται ἀκολουθεῖν; Τίς τε ὁ οἰκοδεσπότης; Καὶ διὰ τί παρὰ τοῖς εὐαγγελισταῖς σιωπᾶται τὸ ὄνομα; Καὶ τί τὸ ἀνώγαιον τὸ μέγα καὶ ἐστρωμένον, ἐν ᾧ τὸ φρικτὸν τοῦ θείου δείπνου ἐκτελεῖται μυστήριον;

Ἀπόκρισις. Οὐ μόνον ἡ Γραφὴ παρεσιώπησε τοῦ ἀνθρώπου τὸ ὄνομα, πρὸς ὃν ἀπέστειλεν

ὁ Σωτὴρ τοὺς δύο μαθητὰς εἰς τὴν τοῦ Πάσχα παρασκευήν, ἀλλὰ καὶ τῆς πόλεως εἰς ἣν ἀπεστάλησαν. Ὅθεν, κατὰ πρώτην ἐπιβολήν, ὑπονοῶ τοῦτο δηλοῦσθαι διὰ τῆς πόλεως τὸν αἰσθητὸν κόσμον, τὸν ἄνθρωπον δὲ τὴν καθόλου φύσιν τῶν ἀνθρώπων, πρὸς ἣν ἀποστέλλονται, ὥσπερ μαθηταὶ τοῦ Θεοῦ καὶ Λόγου, καὶ πρόδρομοι τῆς αὐτοῦ πρὸς τὴν φύσιν τῶν ἀνθρώπων μυστικῆς εὐωχίας ἑτοιμασταί, ὁ τῆς πρώτης διαθήκης νόμος καὶ ὁ τῆς καινῆς, ὁ μὲν διὰ τῆς πρακτικῆς φιλοσοφίας παντὸς μολυσμοῦ τὴν φύσιν ἀποκαθαίρων, ὁ δὲ διὰ τῆς θεωρητικῆς μυσταγωγίας ἀπὸ τῶν σωματικῶν πρὸς τὰ συγγενῆ τῶν νοητῶν θεάματα τὸν νοῦν γνωστικῶς ἀναβιβάζων. Καὶ τούτου τεκμήριον τὸ τοὺς πεμφθέντας μαθητὰς εἶναι Πέτρον καὶ Ἰωάννην· ἔστι γὰρ ὁ μὲν Πέτρος πράξεως, ὁ δὲ Ἰωάννης θεωρίας σύμβολον.