1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

48

κατὰ τὸ μέτρον τῆς ἐν ἑκάστῳ πίστεως δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος, ἐν τῇ μετοχῇ τοῦ τοιοῦδε χαρίσματος ἕκαστος τῶν πιστῶν, δηλονότι κατὰ τὴν ἀναλογίαν τῆς πίστεως καὶ τῆς ὑποκειμένης αὐτῷ κατὰ ψυχὴν διαθέσεως, συμμεμετρημένην δέχεται τοῦ Πνεύματος τὴν ἐνέργειαν, χαριζομένην αὐτῷ τῆσδε ἢ τῆσδε τῆς ἐντολῆς τὴν ἁρμόζουσαν πρὸς ἐνέργειαν ἕξιν.

Οὐκοῦν ὥσπερ ὁ μὲν λαμβάνει λόγον σοφίας, ὁ δὲ λόγον γνώσεως, ἕτερος δὲ πίστεως, καὶ ἄλλος ἄλλό τι τῶν ἀπηριθμημένων τῷ μεγάλῳ ἀποστόλῳ χαρισμάτων τοῦ Πνεύματος, οὕτως ὁ μὲν δέχεται διὰ τοῦ Πνεύματος χάρισμα τῆς τελείας καὶ ἀμέσου πρὸς Θεὸν καὶ μηδὲν ἐχούσης ὑλικὸν ἀγάπης κατὰ τὴν (14Β_206> ἀναλογίαν τῆς πίστεως, ἕτερος δὲ διὰ τοῦ αὐτοῦ Πνεύματος τῆς τελείας πρὸς τὸν πλησίον ἀγάπης χάρισμα, κατὰ τὸ αὐτὸ Πνεῦμα, ὡς ἔφην, ἔχοντος ἑκάστου ἐνεργούμενον τὸ οἰκεῖον χάρισμα. Ταῦτα δὲ τὰ χαρίσματα κατὰ τὸν ἅγιον Ἡσαΐαν πνεύματα καλέσας τις, ὡς οἶμαι, τῆς ἀληθείας οὐ διαπίπτει. Παντὶ γὰρ χαρίσματι ὅλον ὡς ἐνεργοῦν ἀναλόγως ὑπάρχει τὸ Πνεῦμα τὸ ἅγιον, εἴτε μείζονι εἴτε ἥττονι.

Οὐκοῦν ὁ μέγας ὄντως καὶ τῶν ὑπὲρ ἄνθρωπον μυστηρίων γενόμενος διάκονος Παῦλος, ἀμέσως τῆς ἐν ἀγάπῃ Θεοῦ τελείας χάριτος κατὰ τὴν τὸ Πνεῦμα δεξάμενος ἀναλογίαν τῆς ἐν αὐτῷ πίστεως, τῶν εἰληφότων τὸ χάρισμα τῆς τελείας εἰς αὐτὸν ἀγάπης λεγόντων αὐτῷ μὴ ἀναβαίνειν εἰς Ἱεροσόλυμα διὰ τοῦ Πνεύματος, τουτέστι τοῦ ἐνεργουμένου αὐτοῖς ὑπὸ τοῦ Πνεύματος τῆς εἰς αὐτὸν ἀγάπης χαρίσματοςταὐτὸν γὰρ τῷ χαρίσματι τὸ Πνεῦμα, καθὼς ἔφην ἐκ τοῦ προφήτου λαβών, παρήκουσεν, ἀσυγκρίτως τῆς ἐξ ἄλλων εἰς αὐτὸν πνευματικῆς ἀγάπης προκρίνων τὴν θείαν καὶ ὑπὲρ νόησιν, μᾶλλον δὲ οὐδὲ παρακούσας ἀνῆλθεν, ἀλλ᾽ ἐκείνους διὰ τῆς συμμέτρως αὐτοῖς κατὰ τὸ χάρισμα δοθείσης ἐνεργείας τοῦ Πνεύματος προφητεύοντας τῷ καθ᾽ ἑαυτὸν τύπῳ πρὸς τὸν τοῦ παντὸς ὑπερέκεινα πόθον κατὰ τὴν ἔφεσιν ἕλκων. Οὐκοῦν οὐ παρήκουσεν ὁ μέγας Παῦλος τοῦ Πνεύματος, ἀλλ᾽ ἐδίδαξεν ἐπὶ τὸ ὑψηλότερον ἀπὸ τοῦ ἥττονος μετενεχθῆναι Πνεύματος, τουτέστι χαρίσματος, τοὺς περὶ αὐτοῦ κατὰ τὸ χάρισμα τῆς ἀγάπης προφητεύοντας.

Καὶ πάλιν, εἰ τὸ προφητικὸν χάρισμα πολὺ τοῦ ἀποστολικοῦ χαρίσματος ὑπάρχει δεύτερον, οὐκ ἦν λόγου τοῦ τὸ πᾶν διευθύνοντος καὶ τὴν ἑκάστου διορίζοντος τάξιν τὸ κρεῖττον εἴκειν τῷ ἥττονι, ἀλλὰ μᾶλλον ἕπεσθαι τὸ ἧττον τῷ κρείττονι. Οἱ μὲν γὰρ τότε προφητεύοντες διὰ τοῦ ἐν αὐτοῖς προφητικοῦ πνεύματος, ἀλλ᾽ οὐκ ἀποστολικοῦ, τὸν τρόπον τῆς τῷ ἁγίῳ Παύλῳ ἐκ τῆς συμβησομένης ὑπὲρ τοῦ Λόγου κακοπαθείας ἐμήνυαν· ὁ δέ, πρὸς μόνον ἀφορῶν τὸν θεῖον σκοπόν, εἰς οὐδὲν (14Β_208> ἡγεῖτο τὰ μέσα πάντα, σπουδὴν ἔχων οὐχ ὅπως διενέγκῃ τὰ συμβησόμενα, ἀλλ᾽ ὅπως ἄλλος γένηται Χριστός, μιμήσει τοῦ Χριστοῦ πάντα κατορθώσας τὰ δι᾽ ἃ Χριστὸς τὴν ἐν σαρκὶ φιλανθρώπως κατ᾽ οἰκονομίαν εἵλετο ζωήν.

Οὐκοῦν εὐταξίας ἐστὶ φυλακὴ τῆς πάντα διεπούσης τὰ θεῖα καὶ διευθυνούσης καὶ τῆς οἰκείας ἀνέκπτωτα μονῆς καὶ ἱδρύσεως ἕκαστον διαφυλαττούσης ἡ δοκοῦσα τοῦ μεγάλου ἀποστόλου παρακοὴ καὶ σαφὴς διδασκαλία τοῦ μηδαμῶς ἀλλήλοις φύρεσθαι τοὺς καλῶς ὑπὸ τοῦ Πνεύματος διωρισμένους τῆς Ἐκκλησίας βαθμούς.

ΣΧΟΛΙΑ 1. Τό διαφόρως ἐνεργοῦν, ἐν ἑκάστῳ τῶν ὑπ᾿ αὐτοῦ διαφόρως ἐνεργουμένων,

ὅλον ἐστίν, καί ἐν ὅλοις ἅμα μή διαιρούμενον. Ἀμιγῶς γάρ, φησίν, ἐν ὅλοις καί τῷ καθ᾿ ἕκαστον ἀδιαιρέτως κατά μίαν καί τήν αὐτήν ἐκφαίνεται δύναμιν ἐνεργοῦν τό Πνεῦμα τό ἅγιον, ὅτι καί πάντων ἐστί τῶν ὄντων πληρωτικόν· Θεός γάρ, καί πᾶσιν ἀχώρητον τοῖς οὖσιν, ὑπερούσιον γὰρ.

2. Πᾶσαν ἐντολῆς ἕξιν ἐνεργουμένην, Πνεύματος εἶναι χάρισμα λέγει.