1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

90

πρὸς ἀρετὴν ἀναλεγόμενος τρόπους· οἷς οὐκ ἄν ποτε προσεγγίσειεν, μὴ πρότερον πόνοις καὶ ἱδρῶσι πολλοῖς, καθάπερ ὄφις τὴν λεβηρίδα, φημὶ δὴ τὸν παλαιὸν εἰς ἄγαν καταπιέσας ἄνθρωπον καὶ ἀποδυσάμενος. ∆ιὸ τῷ μὲν Θεῷ δῶρα τοὺς ἐκ τῶν ὄντων εἰκότως συνεκτικοὺς τῆς πίστεως λόγους ὁ γνωστικὸς δέχεται νοῦς, μηδὲν τὸ σύνολον τούτων προεισφέρων καὶ προδιδούς (Τίς γάρ φησι προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;), λαμβάνει δὲ δόματα τοὺς κατὰ φύσιν τῶν ὄντων τοῖς τρόποις ἐκμιμούμενος νόμους.

Οἷόν τι λέγω· μιμούμενος μὲν ὁ διαγνωστικὸς νοῦς τὸν κατὰ φύσιν τοῦ οὐρανοῦ νόμον δόματα λαμβάνει, ὁμαλωτάτην καὶ ὡσαύτως ἔχουσαν ἀεὶ τῆς ἀρετῆς ἐν ἑαυτῷ καὶ τῆς γνώσεως διαφυλάττων τὴν κίνησιν, παγίως φέρουσαν καθάπερ ἀστέρας τοὺς περὶ τῶν ὄντων φωτεινοὺς καὶ διαυγεστάτους λόγους. Μιμούμενος δὲ τοῦ ἡλίου τὸν κατὰ φύσιν νόμον, ἄλλους ἐξ ἄλλων πρὸς τὰς χρείας τοῦ παντὸς ἀμειβομένου τόπους, ἕτερον δόμα λαμβάνει τὴν πρὸς τὸ πᾶσι τοῖς συμβαίνουσι δεόντως μετὰ σοφίας ἁρμόζεσθαι σύνεσιν, μηδὲν ὑφιεὶς ἑαυτοῦ τῆς φωτιστικῆς κατὰ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν ταυτότητος.

Λαμβάνει δὲ πάλιν καὶ τοῦ ἀετοῦ τὸ πρὸς τὴν θείαν τοῦ ἀκηράτου φωτὸς μαρμαρυγὴν εὐθυτενὲς τῶν ὀμμάτων, κατὰ (14Β_378> μηδὲν ὑπὸ τῆς παμφαοῦς ἀκτῖνος τὴν νοερὰν δριμυσσόμενος κόρην.

Μιμεῖται καὶ τὴν ἔλαφον, καθάπερ ὄρη τὰ ὕψη τῶν θείων θεωρημάτων μεταδιώκων, καὶ τὰ ἐμφωλεύοντα τῇ φύσει τῶν ὄντων πάθη, ἰοβόλων δίκην, τῷ λόγῳ διαφθείρων τῆς διακρίσεως, καὶ τὸν τῇ μνήμῃ κατὰ περίστασιν ἐναπολαμβανόμενον τῆς κακίας ἰὸν ταῖς πολλαῖς καὶ διαφόροις πηγαῖς κατασβεννύων τῆς γνώσεως.

Μιμεῖται καὶ τῆς δορκάδος τὴν ὀξυωπίαν καὶ τοῦ ὀρνέου τὴν ἀσφάλειαν, τοὺς βρόχους τῶν πολεμούντων τῇ ἀρετῇ δαιμόνων ὡς δορκὰς ὑπερπηδῶν καὶ διαλλόμενος, καὶ τὰς παγίδας τῶν τῇ γνώσει μαχομένων πνευμάτων ὡς ὄρνεον ὑπεριπτάμενος.

Φασί τινες τοῦ λέοντος ἀλλήλοις τὰ ὀστᾶ συγκρουόμενα πῦρ ἀποβάλλειν. Μιμεῖται καὶ τούτου τὸ φύσει πεφυκὸς ὁ γνωστικὸς νοῦς καὶ θεοφιλής, διὰ τῆς κατὰ τὴν ἀλήθειαν συζητήσεως ἀλλήλοις τοὺς εὐσεβεῖς ὀστέων δίκην συγκρούων λογισμοὺς καὶ τὸ πῦρ ἐξάπτων τῆς γνώσεως.

Γίνεται φρόνιμος ὡς ὁ ὄφις καὶ ἀκέραιος ὡσεὶ περιστερά, διὰ πάντων ἄθλαστον ὡς κεφαλὴν τὴν πίστιν συντηρῶν καὶ τοῦ θυμοῦ τὴν πικρίαν ἐξ ἑαυτοῦ σαφῶς κατὰ τὴν περιστερὰν ἀποθέμενος, ὡς τοῖς θλίβουσι καὶ ἐπηρεάζειν σπουδάζουσι μνησικακεῖν οὐκ εἰδώς.

∆έχεται κἀκ τῆς τρυγόνος καθάπερ δόμα τὴν τῆς σωφροσύνης ἐκμίμησιν, γνώμης ἔργα ποιούμενος πάντα τὰ ἐξ ἀνάγκης προσόντα ταῖς φύσεσιν.

Οὕτω μὲν οὖν, κατὰ τὸν ἑκάστου λόγον τε καὶ τρόπον τῆς φύσεως, μετὰ γνώσεως ἐπελθὼν τὴν τῶν ὄντων γένεσιν ὁ φιλοσοφώτατος νοῦς, ὡς μὲν γνωστικὸς τοὺς τῶν ὄντων πνευματικοὺς λόγους καθάπερ δῶρα δέχεται τῷ Θεῷ προσφερομένους παρὰ τῆς κτίσεως, ὡς δὲ πρακτικὸς τοὺς τῶν ὄντων φυσικοὺς (14Β_380> νόμους τοῖς τρόποις μιμούμενος δόματα δέχεται, πᾶσαν ἐκκαλύπτων ἐν ἑαυτῷ κατὰ τὸν βίον τῆς ἐμφερομένης ἀοράτως τοῖς οὖσι θείας σοφίας τὴν μεγαλοπρέπειαν.

Εἰ δὲ καὶ τοῦτο φαίη τις ὅτι δῶρα τῷ Θεῷ προσφέρεσθαι διωρίσατο φήσας ὁ λόγος, ἵνα παραστήσῃ τὸ τῆς θείας ἀγαθότητος ἄπειρον, ὡς μηδὲν προεισενεγκούσης, δέχεσθαι παρ᾽ ἡμῶν ὡς δῶρα τὰ δόματα, τὸ πᾶν ἡμῖν λογιζομένης τῆς εἰσφορᾶς, οὐκ ἔξω τοῦ πρέποντος γέγονε τοῦτο φήσας, πολλὴν καὶ ἄφατον εἶναι περὶ ἡμᾶς τοῦ Θεοῦ δείξας τὴν ἀγαθότητα, δεχομένου ὡς ἡμῶν τὰ