1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

89

Τοῦτο γὰρ τῆς ἄκρας ἦν ἀγαθότητος ἴδιον, μὴ μόνον τὰς θείας καὶ ἀσωμάτους τῶν νοητῶν οὐσίας τῆς ἀπορρήτου καὶ θείας ἀπεικονίσματα καταστῆσαι δόξης, ὅλην κατὰ τὸ θεμιτὸν ἀναλόγως αὐταῖς εἰσδεχομένας τὴν ἀπερινόητον ὡραιότητα τοῦ ἀπροσίτου κάλλους, ἀλλὰ καὶ τοῖς αἰσθητοῖς καὶ τῶν νοητῶν οὐσιῶν κατὰ πολὺ ἀποδέουσιν ἀπηχήματα τῆς οἰκείας ἐγκαταμίξαι μεγαλειότητος, δυνάμενα τὸν ἀνθρώπινον νοῦν ἐπιχούμενον αὐτοῖς πρὸς τὸν Θεὸν ἀπλανῶς διαπορθμεύειν, ὑπεράνω πάντων τῶν ὁρωμένων γινόμενον, οἷα τῆς ἄκρας ἐπιβάντα μακαριότητος καὶ τὰ μέσα πάντα, δι᾽ ὧν τὴν τοιαύτην τεμὼν ἐξήνυσε πορείαν, κατόπιν ἑαυτοῦ ποιησάμενον· οὐ μόνον δέ, ἀλλ᾽ ἵνα καὶ μηδεὶς τῶν λατρευσάντων τῇ κτίσει παρὰ τὸν κτίσαντα πρόφασιν ἀπολογίας ἔχῃ τὴν ἄγνοιαν, φωνῆς πάσης τρανότερον τὸν οἰκεῖον ποιητὴν κηρυττούσης ἀκούων τῆς κτίσεως.

Οὐκοῦν ἐπειδὴ καὶ λόγους σοφίας πνευματικοὺς καὶ τρόπους ἀγωγῆς ἀστείας ἐγκατασπαρέντας αὐτῇ φυσικῶς ἔχει παρὰ τοῦ δημιουργοῦ τῶν ὁρωμένων ἡ φύσις, πᾶς νοῦς, εἰκότως ἀρετῇ καὶ γνώσει κατεστεμμένος, οἷα δὴ κατὰ τὸν μέγαν Ἐζεκίαν βασιλεύειν λαχὼν τῆς Ἱερουσαλήμ, τουτέστι τῆς εἰρήνην μόνην ὁρώσης ἕξεως ἤγουν τῆς παντοίων ἐστερημένης παθῶν καταστάσεωςὅρασις γὰρ εἰρήνης Ἱερουσαλὴμ ἑρμηνεύεται, πᾶσαν ἔχει τὴν κτίσιν ὑποχείριον διὰ τῶν αὐτὴν συμπληρούντων εἰδῶν ὁ τοιοῦτος νοῦς, τῷ μὲν Θεῷ δι᾽ αὐτοῦ τοὺς ἐν αὐτῇ πνευματικοὺς τῆς γνώσεως καθάπερ δῶρα προσκομίζουσαν λόγους, αὐτῷ δὲ καθάπερ δόματα τοὺς ἐνυπάρχοντας αὐτῇ κατὰ τὸν φυσικὸν νόμον πρὸς ἀρετὴν τρόπους παρέχουσαν, καὶ διὰ τῶν ἀμφοτέρων δεξιουμένην τὸν κατ᾽ ἀμφότερα κρατίστως εὐδοκιμεῖν δυνάμενον, λέγω δὲ τὸν κατὰ λόγον (14Β_374> καὶ βίον πράξεώς τε καὶ θεωρίας τελειωθέντα φιλόσοφον νοῦν. ∆ῶρα μὲν οὖν τῷ Κυρίῳ καὶ δόματα τῷ βασιλεῖ φέρεσθαι προσδιωρισμένως εἴρηκεν ὁ λόγος, ἐπειδή, καθώς φασιν οἱ περὶ ταῦτα τὴν σπουδὴν ἐσχηκότες, δῶρα σεσημειωμένως ἐκεῖνα λέγεται τὰ τοῖς ἀπροσδεέσιν εἰσκομιζόμενα, δόματα δὲ τὰ τοῖς δεομένοις διδόμενα. ∆ιὸ καὶ ἡ καθόλου συνήθεια τῶν ἀνθρώπων τὰ τοῖς βασιλεῦσι προσφερόμενα προσηγόρευσε δῶρα, τυχὸν τὸ ἀπροσδεὲς τῶν δεχομένων σκοπήσασα.

Φήσειε δ᾽ ἄν τις τῶν πάντα φιλοτίμων ταύτης ἕνεκεν τῆς αἰτίας καὶ τὰ παρὰ τῶν μάγων προσενεχθέντα τῷ Κυρίῳ, καθ᾽ ἡμᾶς γενομένῳ διὰ φιλανθρωπίαν, δῶρα προσηγορεῦσθαι, μηδὲν τῆς ἀληθείας τοῦτο λέγων παραμείβων τὸ σύνολον.

Προσκομίζοντες οὖν τοὺς ἐκ τῶν γεγονότων πνευματικοὺς τῷ Κυρίῳ λόγους, δῶρα προσφέρομεν, καθότι πάντων τούτων ἐστὶν κατὰ φύσιν ἀπροσδεής· οὐ γὰρ ὡς δεομένῳ πρὸς ἄλλοις καὶ τοὺς τῶν ὄντων τῷ Κυρίῳ προσκομίζομεν λόγους, ἀλλ᾽ ἵνα ποσῶς ἡμεῖς κατὰ δύναμιν ἐκ τῶν αὐτοῦ κτισμάτων χρεωστούμενον αὐτὸν ἀνυμνήσωμεν. ∆όματα δὲ λαμβάνει ὁ τὴν θείαν προθύμως μετερχόμενος φιλοσοφίαν, ὡς καὶ τρόπων πρὸς ἀρετὴν καὶ λόγων πρὸς γνῶσιν κατὰ φύσιν δεόμενος.

Ἢ καὶ ἄλλως ἐκληπτέον τὰ δῶρα. Ἐπειδὴ δῶρον πάλιν ἐστὶ τὸ τοῖς μηδὲν προεισενεγκοῦσι διδόμενον, δῶρα μὲν λαμβάνει ὁ γνωστικὸς νοῦς ἐκ τῆς τῶν ὄντων θεωρίας δι᾽ αὐτοῦ προσαγομένους τῷ Κυρίῳ τοὺς ἄνευ λογικῆς ἀποδείξεως συνεκτικοὺς λόγους τῆς πίστεως, ὑπὲρ ἧς οὐδεὶς οὐδαμῶς οὐδὲν προεισφέρει, φυσικῶς καὶ δίχα πάσης τῆς ἐν λόγοις τεχνικῆς (14Β_376> μεθοδείας τὸν ἴδιον ποιητὴν θεώμενος, μηνυούσης τῆς κτίσεως (τί γὰρ καὶ προεισενέγκαι δυνήσεταί τις πίστει παρισωθῆναι δυνάμενον, ὥστε ὡς χρέος, ἀλλὰ μὴ δῶρον, τὴν εἰς τὸν Θεὸν πίστιν κομίσασθαι;), δόματα δὲ λαμβάνει τοὺς τῶν ὄντων φυσικοὺς νόμους τοῖς τρόποις μιμούμενος, δηλαδὴ τῆς τούτων προεισφέρων κτήσεως τοὺς κατὰ τὴν μετάνοιαν πόνους, δι᾽ ὧν ἐκδύεσθαι πρότερον τὸν παλαιὸν πέφυκεν ἄνθρωπον καὶ οὕτως πρὸς συλλογὴν καρπῶν δικαιοσύνης ἐξιέναι, τοὺς ἐν τοῖς οὖσι πεποιημένους