1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

142

πρόγνωσις τῶν ἀρχὴν (14Γ_194> ἐχόντων τοῦ εἶναι δι᾽ αἰτίαν ἐστίν. Προεγνώσθη οὖν ὁ Χριστὸς οὐχ ὅπερ ἦν κατὰ φύσιν δι᾽ ἑαυτόν, ἀλλ᾽ ὅπερ ἐφάνη κατ᾽ οἰκονομίαν δι᾽ ἡμᾶς γενόμενος ὕστερον.

Ἔδει γὰρ ὡς ἀληθῶς τὸν κατὰ φύσιν τῆς τῶν ὄντων οὐσίας δημιουργὸν καὶ τῆς κατὰ χάριν αὐτουργὸν γενέσθαι τῶν γεγονότων θεώσεως, ἵνα ὁ τοῦ εὖ εἶναι δοτὴρ φανῇ καὶ τοῦ ἀεὶ εὖ εἶναι χαριστικός. Ἐπεὶ οὖν οὐδὲν τῶν ὄντων ἑαυτὸ τὸ παράπαν ἢ ἄλλο γινώσκει ὅ,τι ποτὲ κατ᾽ οὐσίαν ἐστίν, εἰκότως οὐδὲ τῶν γενησομένων οὐδενὸς οὐδὲν τῶν ὄντων ἔχει κατὰ φύσιν τὴν πρόγνωσιν, πλὴν τοῦ ὑπὲρ τὰ ὄντα Θεοῦ, τοῦ καὶ ἑαυτὸν γινώσκοντος ὅ,τι ποτὲ κατ᾽ οὐσίαν ἐστὶ καὶ πάντων τῶν ὑπ᾽ αὐτοῦ πεποιημένων καὶ πρὶν γενέσθαι προεγνωκότος τὴν ὕπαρξιν, καὶ μέλλοντος κατὰ χάριν φιλοτιμεῖσθαι τοῖς οὖσι τὴν ἑαυτῶν καὶ ἀλλήλων ὅ,τι ποτὲ κατ᾽ οὐσίαν ὑπάρχουσι γνῶσιν καὶ τοὺς ἐν αὐτῷ μονοειδῶς προόντας τῆς αὐτῶν γενέσεως φανερῶσαι λόγους.

Τὸ γὰρ δὴ λέγειν τινὰς προεγνῶσθαι τὸν Χριστὸν πρὸ καταβολῆς κόσμου ἐκείνοις, οἷς ὕστερον ἐφανερώθη ἐπ᾽ ἐσχάτων τῶν χρόνων, ὡς αὐτῶν ἐκείνων πρὸ καταβολῆς κόσμου ὄντων σὺν τῷ προεγνωσμένῳ Χριστῷ, ὡς τῆς ἀληθείας ἀλλότριον ὄντα τὸν λόγον, οἷα δὴ συναΐδιον τῷ Θεῷ τὴν τῶν λογικῶν οὐσίαν εἰσάγοντα, παραγραφόμεθα. Οὐ γάρ ἐστι παντελῶς σὺν Χριστῷ γενέσθαι καθώς ἐστι καὶ πάλιν αὐτοῦ τὸ σύνολον ἀπογενέσθαι ποτέ, εἴπερ ἐν αὐτῷ πέφυκεν ἡ τῶν αἰώνων ἀποπεράτωσις γίνεσθαι καὶ ἡ στάσις τῶν κινουμένων, καθ᾽ ἣν οὐδὲν ἔσται τὸ παράπαν τῶν ὄντων τρεπόμενον. Ἄμωμον δὲ καὶ ἄσπιλον ὁ τῆς Γραφῆς τὸν Χριστὸν ἔφη λόγος, ὡς κατὰ ψυχὴν καὶ σῶμα φύσει παντελῶς τῆς κατὰ τὴν ἁμαρτίαν φθορᾶς ἀλλότριον· οὐ γὰρ ἔσχεν αὐτοῦ μῶμον κακίας ἡ ψυχή, οὐδὲ τὸ σῶμα σπίλον τῆς ἁμαρτίας.

ΣΧΟΛΙΑ 1. Ὅρος μέν ἔστι περιοχῆς, πέρας τῶν φύσει πεπερασμένων· τό δέ μέτρον,

καθόλου ποσότητος περιγραφή, καί τέλος αἰώνων τε καί χρονικῶν φύσεων. Τό δέ πέρας ἐστί, περιγραφή τῶν ἀρχῇ τε καί τέλει κατά γένεσιν πεπερασμένων. Ἡ δέ κτίσις ἐστί, τῶν κατά παραγωγήν ἐξ οὐκ ὄντων ὑπόστασις. Τούτων ἕνωσις καθ᾿ ὑπόστασιν προεπενοήθη φησί κατά πρόνοιαν πρός τόν ἐξ οὗ ταῦτα γεγόνασιν. Ἵνα καί τό εἶναι τῶν ὄντων φυλαχθῇ κατ᾿ οὐσίαν ὡς πέφυκε· καί τό ὑποστῆναι, ἤγουν πῶς εἶναι κατά χάριν δέξηται θείαν, τῇ πρός τόν Θεόν ἑνώσει πάντων πρός ἀτρεψίαν μεταποιηθέντων.

2. ∆ιττήν εἶναι λέγει τήν γνῶσιν· τήν μέν ἐν λόγῳ κειμένην καί θείοις νοήμασι, κατ᾿ εἶδος παροῦσαν τήν αἴσθησιν τῶν νοηθέντων οὐκ ἔχουσαν· τήν δέ, κατ᾿ ἐνέργειαν, μόνην ἔχουσαν δίχα λόγου καί νοημάτων τῶν ἀληθῶν τήν κατ᾿ εἶδος ἀπόλαυσιν.

3. Ἐπειδή, φησί, διά γνώσεως ὁ λόγος τό γνωστόν πέφυκεν ὑποσημαίνειν, κινεῖ τήν ἔφεσιν τῶν δι᾿ αὐτοῦ κινουμένων, πρός τήν τοῦ σημανθέντος ἀπόλαυσιν.

4. Πρό πάσης πείρας, φησί, λόγος ὑπάρχει γνώσεως· ὅτι κατά τήν πεῖραν μόνην πέφυκε δυναστεύειν ἀπόλαυσις.

ΞΑ (61). ΠΕΡΙ ΤΟΥ "ΟΤΙ ΚΑΙΡΟΣ ΤΟΥ ΑΡΞΑΣΘΑΙ ΤΟ ΚΡΙΜΑ ΑΠΟ ΤΟΥ ΟΙΚΟΥ

ΤΟΥ ΘΕΟΥ". (14Γ_198> 61. ΕΡΩΤΗΣΙΣ ΞΑ' Ὅτι καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ. Εἰ δὲ πρῶτον ἀφ᾽

ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ Εὐαγγελίῳ; Καὶ εἰ ὁ μὲν δίκαιος