1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

146

παρείπετο θάνατος, ὥστε τὸν αὐτὸν θάνατον ἐν μὲν τῷ Ἀδὰμ διὰ τὴν ἁμαρτίαν κατάκρισιν ὑπάρχειν τῆς φύσεως, ἐν δὲ τῷ Χριστῷ διὰ τὴν δικαιοσύνην κατάκρισιν ὑπάρχειν τῆς ἁμαρτίας· ὁ γὰρ πάσχων δι᾽ ἁμαρτίαν εἰς κατάκρισιν τῆς φύσεως δικαίως ὑπομένει τὸν θάνατον, ὁ δὲ μὴ πάσχων δι᾽ ἁμαρτίαν, ὡς χάριν μᾶλλον κατ᾽ οἰκονομίαν τῇ φύσει διδούς, εἰς κατάκρισιν τῆς ἁμαρτίας τὸν διὰ τὴν ἁμαρτίαν εἰς τὴν αὐτῆς ἀναίρεσιν θέλων καταδέχεται θάνατον.

Οὐκοῦν, ὥσπερ διὰ τὸν Ἀδάμ, τὸν ὑποστήσαντα διὰ τῆς παρακοῆς τὸν καθ᾽ ἡδονὴν τῆς γενέσεως νόμον καὶ τὸν δι᾽ αὐτὸν κατακριθέντα τῆς φύσεως θάνατον, πάντες οἱ ἐκ τοῦ Ἀδὰμ τὸ εἶναι λαβόντες κατὰ τὸν ἐξ ἡδονῆς τῆς γενέσεως νόμον εἶχον ἀναγκαίως, καὶ μὴ βουλόμενοι, συνεζευγμένον κατὰ δύναμιν τῇ (14Γ_212> γενέσει καὶ τὸν κατακριθέντα τῆς φύσεως θάνατον, καὶ ἦν καιρὸς τοῦ κατακρίνεσθαι τὴν φύσιν ὑπὸ τῆς ἁμαρτίας, ἐφ᾽ ὅσον ἐκράτει τῆς φύσεως ὁ τῆς καθ᾽ ἡδονὴν τῆς γενέσεως νόμος, οὕτως διὰ τὸν Χριστόν, τὸν παντελῶς ἀφελόμενον τῆς φύσεως τὸν καθ᾽ ἡδονὴν τῆς γενέσεως νόμον καὶ τοῦ δι᾽ αὐτὸν κατακριθέντος τῆς φύσεως θανάτου τὴν χρῆσιν εἰς μόνην τὴν τῆς ἁμαρτίας κατάκρισιν βουλήσει καταδεξάμενον, πάντες οἱ ἀπὸ Χριστοῦ κατὰ θέλησιν Πνεύματι διὰ λουτροῦ παλιγγενεσίας ἀναγεννηθέντες καὶ τὴν καθ᾽ ἡδονὴν προτέραν τοῦ Ἀδὰμ διὰ τῆς χάριτος ἀποθέμενοι γένεσιν καὶ τὴν ἐν τῷ βαπτίσματι χάριν τῆς ἀναμαρτησίας καὶ τῆς ἐν Πνεύματι μυστικῆς υἱοθεσίας τὴν δύναμιν ἀμείωτόν τε καὶ ἄχραντον διὰ τοῦ νόμου τῶν εὐαγγελικῶν φυλάξαντες ἐντολῶν εἰκότως εἰς τὴν τῆς ἁμαρτίας κατάκρισιν ἔχουσι τὴν τοῦ θανάτου χρῆσιν ἐνεργουμένην, καιρὸν λαβόντες κατακρίνειν ἐν τῇ σαρκὶ τὴν ἁμαρτίαν, γενικῶς μὲν κατὰ φύσιν χάριτι διὰ τὸ μέγα μυστήριον τῆς ἐνανθρωπήσεως(15) αὐτὸν τὸ ἀπὸ τῆς τοῦ Λόγου σαρκώσεως χρόνον, ἰδικῶς δὲ κατ᾽ ἐνέργειαν χάριτι τὸν ἀφ᾽ οὗ διὰ τοῦ βαπτίσματος ἔλαβεν ἕκαστος τὴν χάριν τῆς υἱοθεσίας· καθ᾽ ἣν ἐνεργουμένην ταῖς ἐντολαῖς γνωμικῶς μόνην τὴν ἐν Πνεύματι γένεσιν ἔχοντες, διὰ πολλῶν παθημάτων εἰς κατάκρισιν τῆς ἁμαρτίας ὑπομένουσι τὴν τοῦ θανάτου χρῆσιν αὐτοῖς ἐπαγομένην.

Οὐ γὰρ ἔτι δι᾽ ἁμαρτίαν ὁ βαπτισθεὶς καὶ φυλάξας τὸ βάπτισμα ταῖς ἐντολαῖς κρατυνόμενον ὡς χρέος ὑπὲρ ἁμαρτίας καταβάλλεται τὸν θάνατον, ἀλλ᾽ εἰς κατάκρισιν τῆς ἁμαρτίας τὴν αὐτοῦ καταδέχεται χρῆσιν, πρὸς τὴν θείαν καὶ ἀτελεύτητον ζωὴν μυστικῶς αὐτὸν παραπέμπουσαν, εἴπερ ἀληθείας ἕνεκεν καὶ δικαιοσύνης διὰ πολλῶν παθημάτων γενναίως τὸν τῆς παρούσης ζωῆς πεπληρώκασι δρόμον οἱ ἅγιοι, τῆς διὰ τὴν ἁμαρτίαν κατακρίσεως τοῦ θανάτου τὴν φύσιν ἐν ἑαυτοῖς ἐλευθερώσαντες καὶ τὸ πρὸς ἀναίρεσιν τῆς φύσεως ὅπλον τοῦ θανάτου (14Γ_214> πρὸς ἀναίρεσιν τῆς ἁμαρτίας κατὰ τὸν ἀρχηγὸν τῆς αὐτῶν σωτηρίας Ἰησοῦν ποιησάμενοι· εἰ γὰρ ἡ ἁμαρτία πρὸς ἀναίρεσιν φύσεως ὅπλον ἐν τοῖς αὐτὴν κατὰ τὸν Ἀδὰμ ἐνεργοῦσιν εἶχεν τὸν θάνατον, πολλῷ μᾶλλον ἐν τοῖς ἐνεργοῦσι τὴν διὰ πίστεως ἐν Χριστῷ δικαιοσύνην ὅπλον ἕξει τὸν θάνατον πρὸς ἀναίρεσιν τῆς ἁμαρτίας ἡ φύσις.

Οὐκοῦν, ἀφ᾽ οὗ γέγονε τὸ μυστήριον τῆς ἐνανθρωπήσεως καὶ ἐξεῖλε πάμπαν ὁ σαρκωθεὶς Θεὸς ἐν τοῖς κατ᾽ αὐτὸν Πνεύματι γεννωμένοις τὴν τοῦ καθ᾽ ἡδονὴν νόμου τῆς φύσεως γένεσιν, καιρός, ὡς ἔφην, γέγονε τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ, τουτέστι κατακριθῆναι τὴν ἁμαρτίαν, τὴν τοῦ κατακρίνεσθαι διὰ παθημάτων λαβοῦσαν ἀρχὴν ἀπὸ τῶν πιστῶν καὶ ἐπεγνωκότων τὴν ἀλήθειαν καὶ τὴν καθ᾽ ἡδονὴν διὰ τοῦ βαπτίσματος γένεσιν ἀποθεμένων. Τούτους γὰρ ἐκάλεσεν οἶκον Θεοῦ, καθὼς μαρτυρεῖ φάσκων ὁ θειότατος ἀπόστολος Παῦλος· Χριστὸς δὲ ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς. Καὶ αὐτὸς δὲ διὰ τοῦ ἑξῆς λόγου παρίστησι λέγων Πέτρος ἡ κορυφὴ τῶν ἀποστόλων· εἰ δὲ πρῶτον ἀφ᾽ ἡμῶν ἤρξατο, δηλονότι τὸ κρίμα, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ Εὐαγγελίῳ, ὡσανεὶ ἔλεγεν· εἰ