1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

52

συνδεῖν πέφυκε κατὰ τὴν αἴσθησιν ἐνεργούμενος, ὁ δὲ τοῦ πνεύματος κατὰ νοῦν ἐνεργούμενος πρὸς τὸν Θεὸν ἀμέσως ποιεῖται τὴν ἕνωσιν, εἰκότως ὁ μὴ διακριθεὶς ἐν τῇ καρδίᾳ αὐτοῦ, τουτέστιν ἐν τῷ νοῖ μὴ διακρίνας ἤγουν διατεμὼν τὴν διὰ τῆς πίστεως πρὸς τὸν Θεὸν γεγενημένην ἄμεσον ἕνωσιν, ὡς ἀπαθής, μᾶλλον δὲ Θεὸς ἤδη διὰ τῆς πίστεως τῇ ἑνώσει γεγενημένος, ἐρεῖ τῷ ὄρει τούτῳ μεταβῆναι καὶ μεταβήσεται, δεικτικῶς διὰ τοῦ τούτῳ φάναι τὸ φρόνημα καὶ τὸν νόμον δηλῶν τῆς σαρκός, τὸν βαρὺν ὄντως καὶ δυσμετακίνητον καί, ὅσον πρὸς δύναμιν φυσικήν, παντελῶς ἀκίνητον καὶ ἀσάλευτον.

Τοσοῦτον γὰρ ἐρρίζωται τῇ φύσει τῶν ἀνθρώπων διὰ τῆς αἰσθήσεως τῆς ἀλογίας ἡ δύναμις, ὥστε τοὺς πολλοὺς μὴδ᾽ ἄλλό τι νομίζειν εἶναι τὸν ἄνθρωπον ἢ σάρκα, δύναμιν πρὸς ἀπόλαυσιν τῆς παρούσης ζωῆς τὴν αἴσθησιν ἔχουσαν. Πάντα γοῦν δυνατὰ τῷ πιστεύοντι καὶ μὴ διακρινομένῳ, τουτέστι μὴ διαιρουμένῳ τῆς κατὰ νοῦν διὰ τῆς πίστεως γεγενημένης αὐτῷ πρὸς τὸν Θεὸν ἑνώσεως διὰ τὴν πρὸς τὸ σῶμα τῆς ψυχῆς κατὰ τὴν αἴσθησιν σχέσιν, ὅσα κόσμου καὶ σαρκὸς τὸν νοῦν ἀλλοτριοῖ, Θεῷ δὲ προσοικειοῖ τετελειωμένον τοῖς κατορθώμασιν.

(14Β_222> ΣΧΟΛΙΑ 1. Τήν ψιλήν πίστιν λέγει βασιλείαν ἀνείδεον, οὐκ ἔχουσαν τήν ἐκ τῶν

ἀρετῶν θείαν ὁμοίωσιν. Βασιλείαν δέ λέγει τήν ἔχουσαν διά τῶν ἔργων τήν θείαν μορφήν τῆς ἀγαθότητος πίστιν.

2. Πίστις, φησίν, ἀναπόδεικτος γνῶσίς ἐστιν. Εἰ δέ γνῶσις ἀναπόδεικτός ἐστιν, ἄρα σχέσις ἐστίν ὑπέρ φύσιν ἡ πίστις, δι᾿ ἧς ἀγνώστως, ἀλλ᾿ οὐκ ἀποδεικτικῶς ἑνούμεθα τῷ Θεῷ, κατά τήν ὑπέρ νόησιν ἕνωσιν.

3. Τήν ἄμεσον λαβών πρός τόν Θεόν ἕνωσιν ὁ νοῦς, τήν τοῦ νοεῖν καί νοεῖσθαι κατά φύσιν παντελῶς δύναμιν ἔχει σχολάζουσαν. Ὁπηνίκα γοῦν ταύτην λύσει νοήσας τι τῶν μετά Θεόν, διεκρίθη τεμών τήν ὑπέρ νόησιν ἕνωσιν· καθ᾿ ἥν ἕως ἐστί τῷ Θεῷ συνημμένος, ὡς ὑπέρ φύσιν, καί τῇ μεθέξει Θεός γεγενημένος, καθάπερ ὅρος ἀκίνητον, ἑαυτοῦ τόν τῆς φύσεως μετατίθησι νόμον.

4. Προσυπακουστέον φησί τό· Πάντα δυνατά τῷ πιστεύοντι, τά ὅσα κόσμου καί σαρκός τόν νοῦν ἀλλοτριοῖ. Ταῦτα γάρ εἰσι τά δυνατά τῷ πιστεύοντι παρά Θεῷ.

Λ∆ (34). ΠΕΡΙ ΤΟΥ "∆ΙΑ ΤΟΥΤΟ ΛΕΓΩ ΥΜΙΝ ΟΤΙ ΠΑΝΤΑ ΟΣΑ ΑΝ

ΠΡΟΣΕΥΧΟΜΕΝΟΙ ΑΙΤΕΙΣΘΕ, ΠΙΣΤΕΥΕΤΕ ΟΤΙ ΛΑΜΒΑΝΕΤΕ". 34. ΕΡΩΤΗΣΙΣ Λ∆' Τί πάλιν ἐστὶ διὰ τοῦτο λέγω ὑμῖν ὅτι πάντα ὅσα ἂν προσευχόμενοι αἰτεῖσθε,

πιστεύετε ὅτι λαμβάνετε, καὶ ἔσται ὑμῖν. Πῶς τις δύναται πιστεύειν ὅτι πάντως λαμβάνει ὃ αἰτεῖ, μόνου τοῦ Θεοῦ εἰδότος εἰ συμφέρει τὸ αἰτούμενον ἢ μή; Καὶ εἰ ἐξ ἀγνοίας ὃ οὐ συμφέρει αἰτεῖ, πῶς παρέχει; Καὶ εἰ (14Β_224> οὐ παρέχει τὸ μὴ συμφερόντως ἐξ ἀγνοίας αἰτούμενον, πῶς πιστεῦσαί τις δύναται ἐπὶ παντὸς αἰτήματος ὅτι λαμβάνει καὶ ἔσται αὐτῷ;

Ἀπόκρισις. Πάντα μὲν τὰ τοῦ παρόντος κεφαλαίου κατ᾽ ἐπιτομὴν ἐν τῷ πρὸ αὐτοῦ

ἐπιλέλυται. Μόνων γὰρ τῶν ἐπεγνωκότων πῶς δεῖ πιστεύειν ἐστὶ τὸ εἰδέναι τί δεῖ καὶ πῶς καὶ περὶ τίνων αἰτεῖσθαι. Οὐ γὰρ πάντων ἡ γνῶσις, ὥσπερ οὐδὲ ἡ πίστις. Πλὴν ὁ Κύριος, εἰπὼν ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, τουτέστι πρὸ πάντων τὴν ἐπίγνωσιν τῆς ἀληθείας καὶ οὕτω τὴν τῶν καθηκόντων τρόπων ἐξάσκησιν, σαφῶς ἔδειξε περὶ μόνης τῆς θείας γνώσεως δεῖν ζητεῖν τοὺς πιστεύοντας καὶ τῆς αὐτὴν κοσμούσης διὰ τῶν ἔργων ἀρετῆς. Ἐπειδὴ γοῦν πολλὰ τυγχάνει τὰ πρὸς γνῶσιν Θεοῦ καὶ ἀρετὴν ζητούμενα τοῖς πιστεύουσι,