1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

173

Εἰ δέ τις καὶ πρὸς ὑψηλοτέραν ἔννοιαν ἀνατεῖναι φιλοτίμως βούλεται τὸν νοῦν, δεξιὰν νοήσει πάντως τοὺς τῶν ἀσωμάτων λόγους, ἀριστερὰν δὲ τοὺς τῶν σωμάτων· οὓς ὁ πρὸς τὴν αἰτίαν τῶν ὄντων ἀσχέτως ἀναταθεὶς νοῦς(32) ἀγνοήσει παντελῶς, μηδένα θεωρῶν λόγον ἐν τῷ κατὰ πᾶσαν αἰτίαν ὑπὲρ πάντα λόγον ὄντι κατ᾽ οὐσίαν Θεῷ· πρὸς ὃν ἀπὸ τῶν ὄντων ἁπάντων συσταλεὶς οὐδένα τῶν ἀφ᾽ ὧν ἀπέστη λόγον ἐπίσταται, μόνον τὸν πρὸς ὃν γέγονε κατὰ χάριν ἀνερμηνεύτως θεώμενος.

Τούτων καὶ τῶν τοιούτων οἶδεν ὁ Θεὸς φείδεσθαι, καὶ διὰ τοὺς τοιούτους τοῦ κόσμου παντός, ἀνδρῶν κατ᾽ ἀλήθειαν μὴ γινωσκόντων τὴν ψεκτὴν αὐτῶν δεξιὰν ἢ ἀριστεράν, ἐπειδὴ πάντα σχεδὸν ἐπαινετῶς λαμβάνεται τῇ Γραφῇ καὶ ψεκτῶς, κἂν ὁ βάσκανος καὶ πάσης φιλανθρωπίας ἐχθρὸς καὶ ἐπὶ τῇ σωτηρίᾳ τῶν ἀνθρώπων διαπονούμενος καὶ διὰ τοῦτο πρὸς αὐτὴν ἀπομάχεσθαι τοῦ Θεοῦ τὴν ἀγαθότητα τολμῶν ἀγνώμων ἀχάριστός τε καὶ μισάνθρωπος λαὸς τῶν Ἰουδαίων διαπρίεται καὶ τῆς ζωῆς ἀπολέγεται καὶ πένθους ὑπόθεσιν ποιεῖται τὴν ἐν Χριστῷ τῶν ἐθνῶν σωτηρίαν· ἧς διὰ τὴν ἄνοιαν πολλῷ κρείττονα τὴν κολόκυνταν ἡγούμενος, ἐπένθει ξηρανθεῖσαν θεώμενος ὑπὸ τοῦ σκώληκος(33). Εἶπον γὰρ προλαβὼν ὅτι καὶ τὴν τῶν Ἰουδαίων μανίαν ἐν ἑαυτῷ τυπικῶς ὁ μέγας προδιέγραψεν Ἰωνᾶς, οὐκ αὐτός τι πάσχων, μὴ γένοιτο, τῶν Ἰουδαίοις προσόντων, ἀλλ᾽ ἐν ἑαυτῷ τὴν ἐκείνων προδιελέγχων ἀσέβειαν, δι᾽ ἣν τῆς προτέρας δόξης, ὡς ἔκ τινος Ἰόππης, ἐξέπεσαν. ∆ιὰ τοῦτο μυστικῶς τὸ Πνεῦμα τὸ ἅγιον τοιαύτην αὐτῷ προσηγορίαν ἐπέθηκεν, δυναμένην κατὰ τὴν διάφορον αὐτῆς ἑρμηνείαν ἐνδείξασθαι τὴν πάντων τῶν ἐν αὐτῷ προτυπουμένων διάθεσιν.

(14Γ_328> Ὅταν οὖν ἐν αὐτῷ τυπικῶς τὴν τῶν Ἰουδαίων προδιελέγχῃ παραφροσύνην(34), λυπουμένην μὲν ἐπὶ τῇ σωτηρίᾳ τῶν ἐθνῶν καὶ συγχεομένην ἐπὶ τῷ παραδόξῳ τῆς κλήσεως, ἀπολεγομένην τε καὶ βλασφήμως παρὰ τὴν θείαν βούλησιν τῆς ζωῆς προτιμῶσαν τὸν θάνατον διὰ τὴν ξηρανθεῖσαν κολόκυνταν, ἑρμηνεύεται 'διαπόνησις αὐτῶν', ἣν στηλιτεύων ὁ λόγος φησίν· καὶ «εἶδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν», περὶ τῶν Νινευϊτῶν δηλαδὴ φάσκων, «ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ μετενόησεν ὁ Θεὸς ἐπὶ τῇ κακίᾳ ᾗ ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν. Καὶ ἐλυπήθη Ἰωνᾶς λύπην μεγάλην καὶ συνεχύθη καὶ εἶπεν· νῦν, ∆έσποτα Κύριε, λάβε δὴ τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ ζῆν». Καὶ αὖθις· «καὶ προσέταξε Κύριος ὁ Θεὸς σκώληκι ἑωθινῇ τῇ ἐπαύριον, καὶ ἐπάταξε τὴν κολόκυνταν καὶ ἀπεξηράνθη· καὶ ἐγένετο ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον καὶ προσέταξεν Κύριος πνεύματι καύσωνος συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν Ἰωνᾶ· καὶ ὠλιγοψύχησε καὶ ἀπελέγετο τὴν ψυχὴν αὐτοῦ καὶ εἶπεν· καλόν μοι ἦν ἀποθανεῖν με ἢ ζῆν».

Νινευὴ τοίνυν ἐστὶν ἡ τῶν ἐθνῶν Ἐκκλησία, ἡ δεξαμένη τὸν λόγον τῆς χάριτος καὶ ἀποστραφεῖσα τὴν προτέραν πλάνην τῶν εἰδώλων καὶ διὰ τοῦτο σωθεῖσα καὶ τῆς τῶν οὐρανῶν ἀξιωθεῖσα δόξης· ἡ δὲ σκηνή, ἣν ἐξελθὼν ἀπὸ τῆς πόλεως ἑαυτῷ πεποίηκεν Ἰωνᾶς, εἰκονίζει τὴν κάτω Ἱερουσαλὴμ καὶ τὸν ἐν αὐτῇ χειροποίητον ναόν· ἡ δὲ κολόκυντα τὴν ἐν μόνῳ τῷ γράμματι πρόσκαιρον τοῦ νόμου τῆς σωματικῆς λατρείας σκιὰν προδιέγραφεν, μηδὲν τὸ σύνολον ἔχουσαν μόνιμον καὶ τὸν νοῦν φαιδρύναι δυνάμενον· ὁ δὲ σκώληξ ἐστὶν ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστός, ὡς αὐτὸς περὶ ἑαυτοῦ ἐν τῷ προφήτῃ ∆αβίδ φησιν· «σκώληξ εἰμὶ καὶ οὐκ ἄνθρωπος», σκώληξ διὰ τὴν προσληφθεῖσαν ἄσπορον σάρκα καὶ γενόμενος ἀληθῶς καὶ λεγόμενοςὡς γὰρ ὁ σκώληξ συνδυασμὸν οὐκ ἔχει καὶ μίξιν προκαθηγουμένην αὐτοῦ τῆς γενέσεως, οὕτως οὐδὲ τῆς (14Γ_330> κατὰ σάρκα γεννήσεως τοῦ Κυρίου προκαθηγήσατο μίξις, πρὸς δὲ καὶ ὡς δέλεαρ πρὸς τὴν ἀπάτην τοῦ διαβόλου τῷ τῆς θεότητος ἀγκίστρῳ περιθέμενος αὐτήν, ἵν᾽ ὡς