1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

85

Ν (50). ΠΕΡΙ ΤΗΣ ΠΡΟΣΕΥΧΗΣ ΕΖΕΚΙΟΥ ΚΑΙ ΗΣΑΪΑ. 50. ΕΡΩΤΗΣΙΣ Ν' Τί ἐστι πάλιν τὸ σημαινόμενον ἐν τῇ αὐτῇ βίβλῳ τὸ Καὶ προσηύξατο Ἐζεκίας

ὁ βασιλεὺς καὶ Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης περὶ τούτων καὶ ἐβόησαν εἰς τὸν οὐρανόν. Καὶ ἀπέστειλεν Κύριος ἄγγελον, καὶ ἐξέτριψεν πάντα δυνατὸν καὶ πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν τῇ παρεμβολῇ (14Β_356> βασιλέως Ἀσσούρ, καὶ ἀπέστρεψεν μετ᾽ αἰσχύνης προσώπου εἰς τὴν γῆν αὐτοῦ.

Ἀπόκρισις. Ὁ τῆς ἁγίας Γραφῆς λόγος, κἂν εἰ δέχεται περιγραφὴν κατὰ τὸ γράμμα, τοῖς

χρόνοις τῶν ἱστορουμένων πραγμάτων συναπολήγων, ἀλλὰ κατὰ τὸ πνεῦμα ταῖς τῶν νοουμένων θεωρίαις μένει διαπαντὸς ἀπερίγραφος. Καὶ μηδεὶς πρὸς τοῦτο δυσανασχετῶν ἀπιστήσειεν, γινώσκων ὡς ὁ λαλήσας Θεὸς κατὰ φύσιν ἐστὶν ἀπερίγραφος· ᾧ μᾶλλον ἐοικέναι τὸν ὑπ᾽ αὐτοῦ λαληθέντα λόγον πιστεύειν χρὴ τοὺς γνησίως κατακούειν τοῦ βουλήματος τῆς Γραφῆς βουλομένους. Εἰ γὰρ Θεὸς ὁ λαλήσας ἐστίν, οὗτος δὲ κατ᾽ οὐσίαν ἀπερίγραφος, δῆλον ὅτι καὶ ὁ λαληθεὶς ὑπ᾽ αὐτοῦ λόγος ἐστὶν ἀπερίγραφος.

Οὐκοῦν τὰ συμβάντα τυπικῶς κατὰ τοὺς Ἐζεκίου χρόνους καὶ λαβόντα πέρας τὴν τότε τῶν ἱστορουμένων ἔκβασιν πνευματικῶς θεωρήσαντες, θαυμάσομεν τὴν σοφίαν τοῦ γράψαντος ἁγίου Πνεύματος, πῶς ἑκάστῳ τῶν μετειληφότων τῆς ἀνθρωπίνης φύσεως ἁρμόζουσαν ἔθετο καὶ προσήκουσαν τὴν τῶν γεγραμμένων διάνοιαν, ὥστε πάντα τὸν βουλόμενον τοῦ θείου λόγου γενέσθαι φοιτητὴν καὶ μηδὲν ἔχειν τῶν παρόντων καὶ λυομένων τῆς ἀρετῆς ἰσοστάσιον γενέσθαι δύνασθαι ἄλλον Ἐζεκίαν ἐν Πνεύματι καὶ Ἡσαΐαν ἕτερον, ὑπ᾽ οὐδενὸς κωλυόμενον καὶ προσεύξασθαι καὶ βοῆσαι εἰς τὸν οὐρανὸν καὶ εἰσακουσθῆναι καὶ λαβεῖν παρὰ Θεοῦ τὴν δι᾽ ἀγγέλου τῶν νοητῶς αὐτὸν πολεμούντων φθορὰν καὶ ἀπώλειαν. Ἐπειδὴ δὲ χρὴ τὸν γνωστικῶς πρὸς ψυχὴν τὴν ἁγίαν Γραφὴν κατὰ Χριστὸν ἐκδεχόμενον ἀσκηθῆναι φιλοπόνως καὶ τῶν ὀνομάτων τὴν ἑρμηνείαν, αὐτόθεν δυναμένην ὅλην τὴν τῶν γεγραμμένων σαφηνίσαι διάνοιαν, εἴπερ μέλει αὐτῷ τῆς ἀκριβοῦς τῶν γεγραμμένων (14Β_358> κατανοήσεως, ἀλλ᾽ οὐκ ἰουδαϊκῶς πρὸς σῶμα καὶ γῆν κατάγειν τὸ ὕψος τοῦ Πνεύματος καὶ τὰς θείας καὶ ἀκηράτους τῶν νοητῶν ἀγαθῶν τῇ φθορᾷ τῶν παρερχομένων περιγράφειν ἐπαγγελίας, καθώς τινες τῶν παρ᾽ ἡμῖν λεγομένων Χριστιανῶν ὑπειληφότες λελήθασι, ψευδώνυμον ἑαυτοῖς τὴν ἀπὸ Χριστοῦ προσηγορίαν ἐπιφημίζοντες, ἧς δείκνυνται παντελῶς ἠρνημένοι δι᾽ αὐτῶν τῶν πραγμάτων τὴν δύναμιν, καὶ τὴν ἐναντίαν τῷ Χριστῷ προδήλως ὁδεύουσιν, ὡς δείξει κατ᾽ ἐπιτομὴν ὁ λόγος.

Εἰ γὰρ μετὰ τῶν ἄλλων μυστηρίων, ὧν οὐκ ἄν τις ἐφίκοιτο λόγος, καὶ εἰς τοῦτο γενόμενος ἄνθρωπος ὁ Θεὸς ἦλθεν, ἵνα πληρώσῃ τὸν νόμον πνευματικῶς ἐν τῇ καταργήσει τοῦ γράμματος, καὶ τὸ ζωοποιοῦν αὐτοῦ, φημὶ δὲ τοῦ νόμου, στήσῃ τε καὶ φανερὸν καταστήσῃ τῇ περιαιρέσει τοῦ ἀποκτέννοντοςτὸ δὲ ἀποκτέννον τοῦ νόμου κατὰ τὸν θεῖον ἀπόστολόν ἐστι τὸ γράμμα, ὥσπερ καὶ τὸ ζωοποιὸν τοῦ νόμου κατ᾽ αὐτὸν τὸ πνεῦμά ἐστι· φησὶ γὰρ τὸ μὲν γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζωοποιεῖ , διαρρήδην ἄρα τὴν ἀντίπαλον τῷ Χριστῷ μοῖραν ἀνείλοντο καὶ τὸ πᾶν τῆς αὐτοῦ σαρκώσεως ἠγνόησαν μυστήριον οἱ μόνῳ τῷ γράμματι κατορύξαντες τῆς σφῶν διανοίας τὴν δύναμιν καὶ οὐκ ἐθέλοντες εἶναι κατ᾽ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν, ἀλλὰ μᾶλλον τὸ γῆν εἶναι, κατὰ τὴν ἀπειλήν, καὶ εἰς γῆν ἀπελεύσεσθαι, διὰ τῆς ὡς πρὸς γῆν τὸ γράμμα σχέσεως, τοῦ πρὸς οὐρανόν, λέγω δὲ τὸ πνεῦμα, εἰς ἀέρα, τουτέστι τὸν νοερὸν φωτισμόν, ἐν νεφέλαις, ταῖς ὑψηλαῖς δηλαδὴ θεωρίαις, εἰς ἀπάντησιν ἁρπαγῆναι τοῦ Κυρίου καὶ οὕτως πάντοτε σὺν αὐτῷ εἶναι διὰ τῆς γνώσεως προτιμῶντες. Ὑπὲρ ὧν ἄχθεσθαι μὲν δίκαιον, ἀφόρητον ζημίαν ἐξ ἀγνοίας