1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

193

Θεοῦ μόνος τὸ κατὰ σάρκα, καὶ τῶν κατὰ φύσιν θεσμῶν καινοτομήσας τοὺς νόμους, καὶ κατὰ πρόσωπον πάντων τῶν λαῶν ἡτοιμασμένος, καὶ «φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ Ἰσραήλ». Φῶς γάρ ἐστιν ὡς ἀληθῶς ἐθνῶν ὁ Κύριος ἡμῶν(60), ἀποκαλύπτων αὐτοῖς διὰ τῆς ἀληθοῦς ἐπιγνώσεως τοὺς τῷ ζόφῳ τῆς ἀγνοίας ἐπιμεμυκότας ὀφθαλμοὺς τῆς διανοίας, καὶ θείας ἀγωγῆς πάλιν ἑαυτὸν ἑτοιμάσας(61) τοῖς πιστοῖς (14Γ_412> λαοῖς ἀγαθὸν ἀρετῆς ἐξεμπλάριον, προσώπου τοῦ κατ᾽ ἀρετὴν ὑπογραμμὸς αὐτοῖς γενόμενος καὶ ὑποτύπωσις· πρὸς ὃν ἀφορῶντες, ὡς ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, τὰς ἀρετὰς κατὰ μίμησιν, ὡς ἡμῖν ἐστι δυνατόν, κατορθοῦμεν διὰ τῆς πράξεως.

Ἀλλὰ καὶ «δόξα λαοῦ Ἰσραὴλ» αὐτός ἐστιν ὁ Θεὸς καὶ Λόγος(62), ὡς τῷ θείῳ τῆς γνώσεως φωτὶ διὰ τῆς μυστικῆς θεωρίας καταφαιδρύνων τὸν νοῦν. Ἢ τυχὸν λαούς φησιν ὁ λόγος τοὺς κατὰ φύσιν λόγους(63), πρόσωπον δὲ τούτων τῶν λόγων τὴν ἀληθῆ περὶ τῶν ὄντων ἄπταιστον δόξαν, ἧς ἑτοιμασία σαφῶς πρὸς ἐπίγνωσιν αὐτὸς καθέστηκεν ὁ Λόγος ὡς κτίστης τῆς φύσεως, ἔθνη δὲ τὰ παρὰ φύσιν πάθη(64), ἅπερ ἀποκαλύπτει λανθάνοντα, φῶς δωρούμενος γνώσεως, καὶ παντελῶς ἐξωθεῖται τῆς φύσεως· δόξα δὲ γίνεται τοῦ Ἰσραὴλ ὁ Λόγος(65), ὡς τῶν παρὰ φύσιν παθῶν ἀποκαθαίρων τὸν νοῦν καὶ τοῖς κατὰ φύσιν λόγοις κατακοσμῶν, πρὸς δὲ καὶ τῷ διαδήματι τῆς κατὰ τὴν θέωσιν ἀτρεψίας ἐπισφίγγων. ∆όξα γὰρ ἀληθῶς ὑπάρχει τοῦ Ἰσραὴλ ἥ τε τῶν παρὰ φύσιν ἀπαλλαγὴ παθῶν καὶ τῶν κατὰ φύσιν λόγων κατόρθωσις καὶ τῶν ὑπὲρ φύσιν ἐπίκτησις ἀγαθῶν. Ὁ τοῦτον τὸν νοητὸν ∆αβὶδ προσδεχόμενος, κἂν φθονῆται ὑπὸ Σαούλ, ἀλλ᾽ οὐχ ἁλίσκεται· ἀλλὰ καὶ τοὐναντίον διὰ πολλὴν φιλανθρωπίαν, ὡς ἀπαθής, καὶ μισούμενος θεραπεύει τῇ κιθάρᾳ τοῦ πνεύματος τὸν ἐχθρὸν πονηρῷ καταπνιγόμενον πνεύματι, καὶ ποιεῖ σώφρονα, λύων αὐτόν, καθάπερ δαίμονος πονηροῦ, τῆς κακῆς τοῦ χοϊκοῦ φρονήματος ἐπιληψίας. Πᾶς γὰρ διὰ φθόνον μισῶν καὶ κακῶς διαθρυλλῶν ταῖς διαβολαῖς τὸν ἐν τοῖς ἀγῶσι τῶν ἀρετῶν καὶ τῇ περιουσίᾳ τοῦ λόγου τῆς πνευματικῆς γνώσεως δυνατώτερον Σαούλ ἐστιν, πονηρῷ καταπνιγόμενος πνεύματι, μὴ φέρων τὸ κλέος τῆς κατ᾽ ἀρετὴν καὶ γνῶσιν εὐδαιμονίας τοῦ (14Γ_414> κρείττονος καὶ διὰ τοῦτο πλέον μαινόμενος, ὅτι μὴ δύναται τὸν εὐεργέτην διαχειρίσασθαι.

Πολλάκις δὲ καὶ αὐτὸν ἀποπέμπεται πικρῶς τὸν φίλτατον Ἰωνάθαν, τὸν ἔμφυτον λέγω κατὰ συνείδησιν λογισμόν, τὸ ἄδικον μῖσος ἐλέγχοντα καὶ τοῦ μισουμένου φιλαλήθως ἀφηγούμενον τὰ κατορθώματα κατὰ τὸν πάλαι καὶ μάταιον ὄντως Σαούλ· πρὸς ὅν φησι Σαμουήλ, ὡς παραβάτην τῶν θείων ἐντολῶν· «μεματαίωταί σοι, ὅτι παρέβης τὴν ἐντολήν μου, ἣν ἐνετείλατό σοι ὁ Θεός». Σαούλ, ὡς προέφην, ἐστὶν ἢ ὁ γραπτὸς νόμος ἢ ὁ κατὰ τὸν γραπτὸν νόμον πολιτευόμενος λαὸς τῶν Ἰουδαίων. Ἀμφοτέρων γὰρ οὕτω χοϊκῶς ἀλλήλοις συμπεπλεγμένων ἀφίσταται τὸ πνεῦμα Κυρίου, ὅ ἐστιν ἡ πνευματικὴ θεωρία καὶ γνῶσις, καὶ ἐπέρχεται πνεῦμα πονηρόν, τουτέστι τὸ ὑλικὸν φρόνημα, ταῖς ἀλλεπαλλήλοις τῶν ὑπὸ γένεσιν καὶ φθορὰν ταραχαῖς καὶ δινήσεσι, ὡς ἐπιλήπτους, τῇ ἀστασίᾳ τῶν λογισμῶν καταπνῖγον. Ὅ τε γὰρ νόμος, χοϊκῶς πρὸς μόνον τὸ γράμμα νοούμενος, ἐπίληπτός ἐστι, μυρίαις δονούμενος ἐναντιώσεσι καὶ μηδεμίαν ἔχων πρὸς ἑαυτὸν συμφωνίαν· ὅ τε ἰουδαΐζων νοῦς, τῇ ἀστάτῳ περιφορᾷ τῶν ὑλικῶν ἐπιμαινόμενος, ἀστάτως ἐξ ἀνάγκης καὶ αὐτὸς τὴν οἰκείαν συμμεταβαλλομένην ἔχει διάθεσιν. Ὁπηνίκα δὲ ∆αβίδ, ὁ κατ᾽ ἀλήθειαν φύσει μουσικός, ὁ Κύριος ἡμῶν Ἰησοῦς, ἐπᾴσει τῷ πνεύματι τῆς γνωστικῆς θεωρίας τόν τε νόμον καὶ τὸν Ἰουδαῖον, τὸν μὲν ἀντὶ χοϊκοῦ ποιεῖ πνευματικόν, τὸν δὲ μετάγει πρὸς πίστιν ἐξ ἀπιστίας. Ἔστιν οὖν, κατὰ τὸν Σαούλ, ὅ τε νόμος καὶ ὁ τῶν Ἰουδαίων λαὸς καὶ ἐπίληπτος καὶ σώφρων. Ἐπίληπτος γὰρ ὁ νόμος (14Γ_416> ἐστίν, ὡς ἔφην, χοϊκῶς λαμβανόμενος, καὶ ἐπίληπτος ὁ Ἰουδαῖός ἐστιν, χοϊκῶς τῷ Θεῷ λατρεύειν βουλόμενος· καὶ πάλιν σώφρων ὁ νόμος ἐστίν,