1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

16

ζωοποιὸν Πνεῦμα τὴν ἄτρεπτον ἐν ἡμῖν τοῦ καλοῦ διὰ τῆς ἐν πείρᾳ γνώσεως ἐνήργει τελείωσιν. Λείπει τοιγαροῦν ἑκάστῳ ἡμῶν τῶν ἁμαρτεῖν ἔτι δυναμένων τὸ καθαρῶς ἑαυτοὺς ὅλους κατὰ τὴν γνώμην ἐμπαρέχειν βουληθῆναι τῷ Πνεύματι.

14Β_076 ΣΧΟΛΙΑ 1. ∆ιὰ τοῦ ἑνὸς τρόπου, φησί, δίδοται δυνάμει μόνον ἡ χάρις τῆς υἱοθεσίας,

ἐπεὶ πᾶσι τοῖς βαπτισθεῖσι δίδοται ἡ δυνατότης γενέσθαι υἱοὺς τοῦ Θεοῦ· ἔφη γάρ· «ἐάν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». Καὶ πάλιν· «ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι». ∆ιὰ δὲ τοῦ ἑτέρου τρόπου, διὰ τῆς ἐκτελέσως τῶν ἐντολῶν καὶ τῆς γνώσεως τῆς ἀληθείας, δίδοται ἡ τελειότης τῆς αὐτῆς υἱοθεσίας, τουτέστιν ἡ ἀδυναμία πρὸς ἁμαρτίαν, διὰ τῆς θεώσεως τῆς οὐκ ἐν τῷ πρώτῳ τρόπῳ ὑπαρχούσης. ∆ιὰ γὰρ τὴν ἐλευθέραν βούλησιν τοῦ ἀνθρώπου οὐκ ἀφαιρεῖται ἐν αὐτῷ ἡ δυνατότης πρὸς ἁμαρτίαν, ὡς μὴ στρεφομένου ἔτι κατὰ χάριν ὅλου τοῦ πόθου πρὸς Θεόν.

2. Ἡ ἀργή πίστις, φησίν, δυνάμει τήν χάριν ἔχει τῆς υἱοθεσίας, ὡς διά τῶν ἐντολῶν μή κινουμένων τῶν ἐχόντων αὐτήν.

Ζ (7). ΠΕΡΙ ΤΟΥ "ΕΙΣ ΤΟΥΤΟ ΓΑΡ ΚΑΙ ΝΕΚΡΟΙΣ ΕΥΗΓΓΕΛΙΣΘΗ". 7. ΕΡΩΤΗΣΙΣ Ζ' Τί ἐστιν εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ

ἄνθρωπον σαρκί, ζῶσι δὲ κατὰ Θεὸν πνεύματι; Πῶς οἱ νεκροὶ σαρκὶ κρίνονται; Ἀπόκρισις. Ἔθος ἐστὶ τῇ Γραφῇ τοὺς χρόνους μεταλλάσσειν καὶ εἰς ἀλλήλους

μετεκλαμβάνειν, καὶ τὸν μέλλοντα ὡς παρῳχηκότα καὶ τὸν παρῳχηκότα ὡς μέλλοντα, καὶ τὸν ἐνεστῶτα εἰς τὸν πρὸ αὐτοῦ καὶ μετ᾽ αὐτὸν χρόνον ἐκφωνεῖν, ὡς ἔστι δῆλον τοῖς αὐτῆς πεπειραμένοις. Φασὶν οὖν τινες νεκροὺς λέγειν ἐνταῦθα τὴν Γραφὴν τοὺς πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ τελειωθέντας ἀνθρώπους, οἷον τοὺς ἐν τῷ κατακλυσμῷ, τοὺς ἐν τῷ χρόνῳ τῆς πυργοποιΐας, τοὺς ἐν Σοδόμοις, τοὺς ἐν Αἰγύπτῳ, καὶ τοὺς ἄλλους 14Β_078 τοὺς κατὰ διαφόρους καιρούς τε καὶ τρόπους τὴν πολύτροπον δίκην καὶ τὰς ἐξαισίους ἐπαγωγὰς τῶν θείων κριμάτων δεξαμένους· οἵτινες οὐχ ὑπὲρ ἀγνοίας Θεοῦ τοσοῦτον ὅσον τῆς εἰς ἀλλήλους παροινίας τὴν δίκην ἔτισαν· οἷς εὐηγγελίσθαι λέγει τὸ μέγα τῆς σωτηρίας κήρυγμα, κριθεῖσιν ἤδη σαρκὶ κατὰ ἄνθρωπον, τουτέστιν ἀπολαβοῦσι τῶν εἰς ἀλλήλους ἐγκλημάτων τὴν δίκην διὰ τῆς ἐν σαρκὶ ζωῆς, ἵνα ζήσωσι κατὰ Θεὸν πνεύματι, τουτέστι ψυχῇ δεχόμενοι, κατὰ τὸν ᾅδην ὄντες, τῆς θεογνωσίας τὸ κήρυγμα, διὰ τοῦ καὶ νεκροὺς σῶσαι κατελθόντος εἰς ᾅδην Σωτῆρος πιστεύσαντες. Ὑπὲρ δὲ τοῦ νοηθῆναι τὸν τόπον οὕτως ἐκλάβωμεν· εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, κριθεῖσι κατὰ ἄνθρωπον σαρκί, ἵνα ζήσωσι κατὰ Θεὸν πνεύματι.

Ἢ πάλιν νεκροὺς λέγει τυχὸν ἐπικεκρυμμένως τοὺς τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντας, οἷς εἰκότως κατ᾽ ἀλήθειαν δι᾽ αὐτῶν τῶν ἔργων δέδοται τὸ θεῖον Εὐαγγέλιον, εἴπερ τὸ Εὐαγγέλιον σαρκικῆς μὲν εἰσηγεῖται ζωῆς ἄρνησιν, πνευματικῆς δὲ ὁμολογίαν, τοὺς ἀεὶ μὲν κατὰ ἄνθρωπον, λέγω δὲ τὴν ἀνθρωπίνην ἐν σαρκὶ κατὰ τὸν αἰῶνα τοῦτον ζωήν, ἀποθνῄσκοντας, ζῶντας δὲ κατὰ Θεὸν μόνῳ τῷ πνεύματι, κατὰ τὸν θεῖον ἀπόστολον καὶ τοὺς ἀμφ᾽ αὐτόν, τοὺς ζῶντας μὲν οὐδαμῶς ἰδίαν ζωήν, ζῶντα δὲ τὸν Χριστὸν ἐν ἑαυτοῖς κατὰ μόνην ἔχοντας τὴν ψυχήν. Οὕτως οἱ διὰ τὸν Θεὸν ἐν τῷ αἰῶνι τούτῳ νεκροὶ σαρκὶ κρίνονται, θλίψεις