1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

86

ὑπομενόντων τὴν τῆς ἀληθείας ἔκπτωσιν, λυπεῖσθαι δέ, ὡς πολλὰς εἰς βεβαίωσιν ἀπιστίας τοῖς Ἰουδαίοις ἀφορμὰς παρεχόντων. Ἀλλ᾽ (14Β_360> ἡμεῖς ἐκείνους ἐάσαντες ὡς θέλουσιν ἔχοντας, πρὸς ἑαυτοὺς καὶ τὸν λόγον ἐπανέλθωμεν, τὴν ἀρχὴν τῆς τοῦ προκειμένου κεφαλαίου πνευματικῆς ἐρεύνης ἐκ τῆς τῶν ὀνομάτων ἑρμηνείας ποιησόμενοι.

Ἐζεκίας τοίνυν ἑρμηνεύεται κράτος Θεοῦ, Ἄχας δὲ ὁ πατὴρ αὐτοῦ ἰσχύς. Καὶ Ἡσαΐας ἑρμηνεύεται ἔπαρσις Θεοῦ, τουτέστιν ὕψος Θεοῦ, Ἀμὼς δὲ ὁ πατὴρ αὐτοῦ λαὸς πόνου. Κράτος δὲ Θεοῦ καθέστηκεν ἡ ἀναιρετικὴ τῶν παθῶν ἀρετὴ καὶ τῶν εὐσεβῶν φρουρητικὴ λογισμῶν, ἣν γεννᾷ πρᾶξις ἐντολῶν, ἰσχὺς τροπικῶς νοουμένη, δι᾽ ἧς τὰς ἀντικειμένας τῷ ἀγαθῷ πονηρὰς δυνάμεις συνεργίᾳ Θεοῦ, μᾶλλον δὲ μόνῃ δυνάμει Θεοῦ, διαφθείρομεν, Ὕψος δὲ Θεοῦ ἐστιν ἡ γνῶσις τῆς ἀληθείας, ἣν γεννᾷ τῆς τῶν γεγονότων θεωρίας ὁ πόνος καὶ οἱ ἐπὶ τῇ πράξει τῶν ἀρετῶν ἱδρῶτες, πόνου πατέρες γινόμενοι, δι᾽ ἧς τὴν ἀντικειμένην τῇ ἀληθείᾳ τοῦ ψεύδους δύναμιν παντελῶς ἐξαφανίζομεν, πᾶν ὕψωμα τῶν ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ πονηρῶν πνευμάτων ταπεινοῦντές τε καὶ καταβάλλοντες.

Προσευχὴ δέ ἐστιν αἴτησις ὧν πέφυκε Θεὸς ἀνθρώποις δωρεῖσθαι πρὸς σωτηρίαν. Καὶ μάλα γε εἰκότως. Εἰ γὰρ εὐχή ἐστιν ὑπόσχεσις τῶν ἐξ ἀνθρώπων Θεῷ κατ᾽ ἐπαγγελίαν προσαγομένων καλῶν, προσευχὴ κατὰ τὸν εἰκότα λόγον ἔσται σαφῶς ἡ τῶν ἐκ Θεοῦ πρὸς σωτηρίαν χορηγουμένων τοῖς ἀνθρώποις ἀγαθῶν ἐξαίτησις, ἀντίδοσιν φέρουσα τῆς τῶν προηυγμένων καλῆς διαθέσεως.

Βοὴ δέ ἐστιν ἡ τῶν κατὰ τὴν πρᾶξιν ἐναρέτων τρόπων καὶ τῶν κατὰ τὴν θεωρίαν γνωστικῶν θεωρημάτων ἐν τῷ καιρῷ τῆς τῶν πονηρῶν δαιμόνων ἐπαναστάσεως ἐπίδοσίς τε καὶ ἐπαύξησις, ἧς πάντων οὐχ ἥκιστα φυσικῶς ἀκούει Θεός, ἀντὶ μεγάλης φωνῆς τὴν τῶν ἀρετῆς καὶ γνώσεως ἐπιμελουμένων λαμβάνων διάθεσιν.

Οὐρανὸς δὲ πολλάκις λέγεται κατὰ τὴν ἁγίαν Γραφὴν αὐτὸς (14Β_362> ὁ Θεός, ὥς πού φησιν ὁ μέγας τῆς ἀληθείας κήρυξ Ἰωάννης ὁ πρόδρομος οὐ δύναται ἄνθρωπος λαμβάνειν ἀφ᾽ ἑαυτοῦ οὐδέν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ, ἀντὶ τοῦ ἐκ τοῦ Θεοῦ, διότι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν, καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φώτων· καθ᾽ ὃ σημαινόμενον ἐπὶ τοῦ προκειμένου κεφαλαίου τὸν τῆς Γραφῆς τόπον ἐκληπτέον. Οἶδε δὲ πάλιν ἡ Γραφὴ καλεῖν οὐρανὸν καὶ τὰς οὐρανίους δυνάμεις, κατὰ τὸ Ὁ οὐρανός μοι θρόνος, ὡς ταῖς ἁγίαις δηλονότι καὶ ἀσωμάτοις ἐπαναπαυομένῳ φύσεσιν. Εἰ δὲ καὶ τὸν νοῦν τὸν ἀνθρώπινον, πάσης μὲν ὑλικῆς καθαιρόμενον φαντασίας, τοῖς δὲ θείοις τῶν νοητῶν κατακοσμούμενον λόγοις, φαίη τις εἶναι οὐρανόν, οὐκ ἔξω τῆς ἀληθείας, ὡς ἔμοιγε δοκεῖ, βέβηκεν. Εἰ δὲ καὶ τὸ ὕψος τῆς ἐν ἀνθρώποις νοερᾶς γνώσεως οὐρανὸν εἴποι τις, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. Τῷ ὄντι γὰρ ὡς οὐρανὸς θρόνος γίνεται τοῦ Θεοῦ ἡ ἀληθὴς γνῶσις, δεχομένη τὸν Θεὸν ἐνθρονιζόμενον κατὰ τὴν ἀμετάθετον ἕξιν τῆς περὶ τὸ καλὸν παγίας καὶ ὑψηλῆς ἐφέσεως· ὥσπερ καὶ ὑποπόδιον ἡ καθαρὰ λέγεται πρᾶξις τῶν ἀρετῶν, ἐφ᾽ ἑαυτῆς δεχομένη τὰς θείας βάσεις καὶ οὐκ ἐῶσα τὸ σύνολον τοῖς ἀπὸ τοῦ σώματος καθάπερ γῆς μολύνεσθαι ῥύποις.

Οὐκοῦν, ἐπειδὴ τῆς ἀρετῆς ὑποτύπωσιν φέρει κατὰ τὴν ἑρμηνείαν τοῦ οἰκείου ὀνόματος Ἐζεκίας ὁ βασιλεύς κράτος γὰρ Θεοῦ κατὰ τὴν ἑλλάδα φωνὴν λεγόμενον τοῦτο σημαίνει τὸ ὄνομα, Θεοῦ δὲ κράτος μόνη κατὰ τῶν ἐναντίων δυνάμεων εἶναι καθέστηκεν ἡ ἀρετή, Ἄχας δὲ ὁ τοῦ Ἐζεκίου πατὴρ ἰσχὺς ἑρμηνεύεται, ἣν εἰς τὴν πρᾶξιν προλαβὼν ὁ λόγος ἐξέδωκεν, ἐξ ἧς γεννᾶσθαι τὸ κατ᾽ ἀρετὴν θεῖον πέφυκε κράτος, ὁ δὲ προφήτης Ἡσαΐας τὴν τῶν ὑψηλῶν γνῶσιν σημαίνειὕψος γὰρ Θεοῦ ἑρμηνευόμενος λέγεται, δι᾽ ἑαυτοῦ τὸ ὕψος τῆς κατὰ Θεὸν γνώσεως δηλῶν, τῆς γεννωμένης ἐκ τοῦ πόνου τῶν (14Β_364> περὶ τὰ ὄντα