1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

37

Πᾶς οὖν ἀνήρ, ἤγουν νοῦς πρακτικὸς ἢ φυσικὸς ἢ θεολογικός, προσευχόμενος ἢ προφητεύων, τουτέστι διδασκόμενος ἢ διδάσκων, ἀκατακάλυπτον ἐχέτω τὴν κεφαλήν, τὸν Χριστόν, ὁ 14Β_160 μὲν πρακτικός, μηδὲν πίστεως καὶ ἀρετῆς προκρίνων, ὁ δὲ φυσικός, μηδένα τοῦ πρώτου Λόγου ποιούμενος ἄλλον ἀνώτερον, ὁ δὲ θεολογικός, τὸν ὑπὲρ νόησιν καὶ γνῶσιν καθ᾽ ὁτιοῦν μὴ σχηματίζων ταῖς διὰ τῶν ὄντων νοήσεσι. Καὶ πᾶσα γυνή, τουτέστιν ἕξις πρακτικοῦ ἢ αἴσθησις φυσικοῦ ἢ σοφὴ διάνοια θεολογικοῦ νοός, κατακαλυπτέσθω τὴν κεφαλήν, ἡ μὲν πρακτικὴ ἕξις, τῶν ποιητέων καὶ οὐ ποιητέων ἐπικειμένην ἔχουσα τὴν τοῦ λόγου διάκρισιν, ἡ δὲ αἴσθησις, τὴν ἐπὶ τοῖς ὁρωμένοις ἐπιστημονικὴν τοῦ λόγου δύναμιν, ἡ δὲ διάνοια, τὴν παντελῶς ἀναπόδεικτον τῶν ὑπὲρ νόησιν γνῶσιν. Πᾶσα γὰρ ἕξις ἢ αἴσθησις ἢ διάνοια, μὴ καλυπτομένη κατὰ τὸν ἀποδοθέντα τρόπον, οὐδὲν διαφέρει τῆς ἐξυρημένης, τουτέστι τῆς μηδένα λόγον ἐχούσης ἀρετῆς ἢ θεοσεβείας ἢ γνώσεως μυστικῆς καὶ θείας ἀγάπης.

Ὀφείλει γοῦν ἔχειν καὶ διὰ τὸ εἰκὸς πᾶσα τοιαύτη γυνὴ τὴν ἐξουσίαν τοῦ λόγου διαπαντὸς ἐπὶ τῆς κεφαλῆς, λέγω δὲ τὴν λογικὴν ἐπιστασίαν, καὶ μάλιστα διὰ τοὺς ἀγγέλους τοὺς θεωμένους ἡμῶν τά τε φανερὰ καὶ ἀφανῆ κινήματα καὶ ἀπογραφομένους πᾶν νόημα καὶ ποίημα πρὸς ἔπαινον ἢ ἔλεγχον ἡμῶν ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς διαγνώσεως, καὶ διὰ τοὺς κατὰ συνείδησιν λογισμούς, καὶ αὐτοὺς ἀγγέλους τροπικῶς νοουμένους, ἐπὶ τοῖς γινομένοις παρ᾽ ἡμῶν κατηγοροῦντας ἢ καὶ ἀπολογουμένους νῦν τε καὶ ὕστερον κατὰ τὴν ἡμέραν τῆς κρίσεως, καὶ διὰ τοὺς πονηροὺς ἀγγέλους τοὺς φυλαττομένους ἡμῶν καὶ ἕξιν καὶ αἴσθησιν καὶ διάνοιαν, ἵνα, ἐπὰν ἴδωσι γυμνωθεῖσαν τῆς λογικῆς τε καὶ νοερᾶς διακρίσεως καὶ εὐσεβείας καὶ γνώσεως, ἐπιθῶνται τὴν τῶν ἐναντίων αὐταῖς δημιουργοῦντες γένεσιν, ἀδιακρισίαν λέγω καὶ ἀσέβειαν καὶ ἄγνοιαν, δι᾽ ὧν κακίαν καὶ πλάνην καὶ ἀθεΐαν ἐνεργεῖν οἱ πονηροὶ πεφύκασι δαίμονες.

Κεφαλὴ δὲ Χριστοῦ ὁ Θεὸς εἴρηται, ὡς Λόγου φύσει Νοῦς κατ᾽ αἰτίαν ἀρχή. 14Β_162 ΣΧΟΛΙΑ 1. Ὅτι ἀνήρ ἐστι καί ὁ τὴν πρακτικήν φιλοσοφίαν μετερχόμενος νοῦς. 2. Κεφαλήν εἶπεν τόν Χριστόν, ὡς ὑπόστασιν τῶν μελλόντων ἀγαθῶν. Ἡ γάρ

πίστις, κατά τόν θεῖον Ἀπόστολον, μελλόντων ἐστίν ὑπόστασις, καί πραγμάτων ἔλεγχος οὐ βλεπομένων· ὅπερ ἐστίν αὐτός, ἐν ᾧπέρ εἰσιν οἱ θησαυροί τῆς σοφίας ἀπόκρυφοι, καί τῆς γνώσεως.

3. Ἐνυπόστατος πίσις ἐστίν, ἡ ἐνεργής καί ἔμπρακτος, καθ᾿ ἥν ὁ τοῦ Θεοῦ Λόγος ἐν τοῖς πρακτικοῖς δείκνυται ταῖς ἐντολαῖς σωματούμενος· δι᾿ ὧν ὡς Λόγος πρός τόν ἐν ᾧ κατά φύσιν ἐστίν ἀνάγει Πατέρα τούς πράττοντας.

4. Ὅτι ἀνήρ ἐστιν καί ὁ τήν φυσικήν θεωρίαν εὐσεβῶς ἀσκούμενος νοῦς, τόν κατά πίστιν τῇ διανοίᾳ θεωρητόν τοῦ Θεοῦ Λόγον κεφαλήν ἔχων, ὡς αἰτίαν τῆς τῶν ὁρωμένων γενέσεως.

5. Ἐπειδή, φησίν, συνεπινοεῖται πάντως τῷ γενεσιουργῷ τῶν ὄντων Λόγῳ καί Νοῦς, πρός ὅν ἔχει κατ᾿ αἰτίαν τήν ἀναφοράν ὁ Λόγος· κεφαλήν τοῦ Χριστοῦ κέκληκε τόν Πατέρα ὡς Νοῦν Λόγου κατά φύσιν γεννήτορα.

6. Ὅτι ἀνήρ ἐστι, καί ὁ τήν μυστικήν διδασκόμενος θεολογίαν. 7. Καθ᾿ ὑπεροχήν ἐκδέχου τό ἀνοήτως. Ὑπέρ νόησιν γάρ τό πιστευόμενον,

ὅπερ ἐστίν ὁ Θεός. 8. Ὁ τήν ἄμεσον τῇ καθ᾿ ὑπεροχήν στερήσει τῶν γενητῶν πρός τόν ἐπέκεινα

παντός λόγου Λόγον ἀγνώστως λαβών, φησίν, αὐτοψίαν, αὐτόν ἔχει κεφαλήν τόν πάντη μονώτατον Λόγον· ὑπέρ ὅν ἤ μεθ᾿ οὗ, ἤ μεθ᾿ ὅν ἕτερος φύσει καθάπαξ οὐχ