1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

148

οὐκ ἔχων, εἴτε κατὰ τὴν δευτέραν ἀποφατικῶς οὐ ποῦ φανεῖται, τὸν Θεὸν οὐκ ἔχων πρὸς τὸ εὖ εἶναι συνέχοντα τὴν ζωήν, τὸν μέλλοντα πᾶσι γίνεσθαι (14Γ_220> τόπον τοῖς ἀξίοις, πῶς ἔσται, τόπον αὐτὸν οὐκ ἔχων τὸν Θεὸν κατὰ τὴν τοῦ εὖ εἶναι ἐν Θεῷ μονήν τε καὶ ἵδρυσιν; Καὶ ἁπλῶς εἰπεῖν, εἰ μετὰ πολλῆς δυσχερείας ὁ δίκαιος σῴζεται, τί ἔσται ἢ τί πείσεται ὁ μηδένα λόγον εὐσεβείας καὶ ἀρετῆς κατὰ τὴν παροῦσαν ζωὴν ποιησάμενος;

ΣΧΟΛΙΑ 1. Ἡδονή καί ὀδύνη, τῇ φύσει φησί τῆς σαρκός οὐ συνεκτίσθησαν· ἀλλ᾿ ἡ

παράβασις, τήν μέν ἐπενόησεν εἰς φθοράν τῆς προαιρέσεως· τήν δέ κατεδίκασεν εἰς λύσιν τῆς φύσεως· ἵνα ἡ μέν ἡδονή, ψυχῆς ἑκούσιον ἐργάσηται θάνατον τῆς ἁμαρτίας· ἡ δέ ὀδύνη διά τῆς λύσεως, τήν κατ᾿ εἶδος ποιήσεται τῆς σαρκός ἀπογένεσιν.

2. Ὅτι κατά πρόνοιαν πρός κόλασιν τῆς κατά προαίρεσιν ἡδονῆς, δέδωκεν ὁ Θεός τῇ φύσει τήν παρά προαίρεσιν ὀδύνην, καί τόν ἐπ᾿ αὐτῇ θάνατον.

3. Ἡ τῶν ἑκουσίων πόνων ἐπίνοια, καί ἡ τῶν ἀκουσίων ἐπαγωγή, φησίν, ἀφαιροῦνται μέν τήν ἡδονήν, τήν κατ᾿ ἐνέργειαν αὐτῆς καταπαύουσαν κίνησιν· οὐκ ἀναιροῦσι δέ τήν ὥσπερ νόμον τῇ φύσει πρός γένεσιν ἐγκειμένην αὐτῆς δύναμιν. Ἡ γάρ κατ᾿ ἀρετήν φιλοσοφία, γνώμης ἀπάθειαν, ἀλλ' οὐ φύσεως ἐργάζεσθαι πέφυκε· καθ᾿ ἥν, δηλαδή τήν γνωμικήν ἀπάθειαν, ἡ κατά νοῦν τῆς θείας ἡδονῆς ἐπιγίνεται χάρις.

4. Ἄδικον ἡδονήν λέγει, τόν ἐκ τῆς παραβάσεως ἐμφυρέντα τῇ φύσει νόμον τῆς ἁμαρτίας.

5. Μέσον ὀφείλοντα πρός τήν τῶν ἄκρων ἀναίρεσιν ἀναδειχθῆναι λέγει, τόν τοῦ Κυρίου πόνον καί θάνατον, ὡς ἡδονῆς ἐσχηκότος ἐλευθέραν τήν γένεσιν, καί ζωῆς ἐμπαθοῦς καθαρόν τόν θάνατον τῆς δι᾿ ἡμᾶς αὐτοῦ θείας σαρκός· καθ᾿ ἥν γένεσίν τε καί γέννησιν καί θάνατον δι᾿ ἡμᾶς ἑκουσίως ὑπέμεινεν· ἵνα τήν ἡμῶν ἐξ ἡδονῆς γένεσιν, καί τόν ἐξ ἐμπαθοῦς (14Γ_222> ζωῆς θάνατον, ἀφέλῃ μέσος ἀναφανείς, καί πρός ἑτέραν ἡμᾶς μετάγῃ ζωήν, ἀρχῆς ἐλευθέραν χρονικῆς καί τέλους, ἥν οὐ φύσις ἀλλ᾿ ἡ χάρις δημιουργεῖ.

6. Ὅτι παντελῶς φησιν ἀμήχανον ἦν, τήν φύσιν ὑποβληθεῖσαν τῇ τε κατά προαίρεσιν ἡδονῇ, καί τῇ παρά προαίρεσιν ὀδύνῃ, πάλιν πρός τήν ἐξ ἀρχῆς ἀνακληθῆναι ζωήν, εἰ μή γέγονεν ἄνθρωπος ὁ δημιουργός, προαιρέσει δεχόμενος τήν πρός κόλασιν τῆς κατά προαίρεσιν τῆς φύσεως ἡδονῆς ἐπινοηθεῖσαν ὀδύνην, οὐκ ἔχουσαν προηγουμένην αὐτῆς τήν ἐξ ἡδονῆς γένεσιν· ἵνα τῆς ἐκ καταδίκης ἐλευθερώσῃ τήν φύσιν γεννήσεως, ἐξ ἡδονῆς ἀρχήν οὐκ ἔχουσαν καταδεχόμενος γέννησιν.

7. Τό διά θανάτου τέλος τοῦ Κυρίου. 8. Τῷ παθητῷ δῆλον ὅτι τῆς φύσεως. 9. Πῶς τῆς ὀδύνης πλέον τό κατά φύσιν ἐπιτείνομεν πρόστιμον, διά τῆς

ἡδονῆς αὐτήν παραμυθεῖσθαι σπουδάζοντες. 10. Τό μέν σοφόν τοῦ Θεοῦ φησιν, ἐν τῷ γενέσθαι φύσει κατ᾿ ἀλήθειαν

ἄνθρωπον δείκνυται· τό δέ δίκαιον, ἐν τῷ παθητόν κατά τήν γένεσιν ὁμοίως ἡμῖν ἀνειληφέναι τῆς φύσεως· τό δέ δυνατόν, ἐν τῷ διά παθημάτων καί θανάτου ζωήν ἀΐδιον τῇ φύσει δημιουργῆσαι, καί ἀπάθειαν ἄτρεπτον.

11. Ὅτι τήν ἐκ τοῦ νόμου τῆς ἁμαρτίας ἡδονήν εἰς ἀθέτησιν τῆς κατά σάρκα γεννήσεως τῶν ἐν αὐτῷ χάριτι διά Πνεύματος γεννωμένων ὁ Κύριος ἀφελόμενος, τόν εἰς καταδίκην τό πρότερον ὄντα τῆς φύσεως, εἰς τήν τῆς ἁμαρτίας κατάκρισιν αὐτοῖς συγχωρεῖ δέχεσθαι θάνατον.