1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

125

ἐγκλήμασιν ἐταζόμενος ταπεινοῦται, ὁ μὲν ἑαυτὸν κρίνων ἀνάξιον τῶν δοθέντων καλῶν, ὁ δὲ λαβεῖν ἄφεσιν τῶν πλημμεληθέντων δεόμενος.

Βενιαμὶν δὲ 'πένθος ἢ στεναγμὸς μητρὸς ἢ μέτρον μητρὸς ἢ υἱὸς δεξιᾶς ἢ οἰκοδομὴ λαοῦ' κατὰ τὴν ἀκριβῆς τῆς παρ᾽ Ἑβραίοις φωνῆς ἑρμηνεύεται δύναμιν. Οὐκοῦν πᾶς ἐξομολογούμενος καθ᾽ ἕνα τῶν εἰρημένων τρόπων τῆς φυλῆς ἐστι τοῦ Ἰούδα, καὶ πᾶς ὑπὲρ ἀρετῆς πενθῶν(3) ἤ, μητρὸς δίκην, ἔχων τὴν δικαιοσύνην τὸν ἑαυτοῦ βίον τε καὶ λόγον δεξιῶς ὁρίζουσαν ἢ πολλῶν ὑπάρχων δι᾽ ἀρετῆς περιουσίαν καὶ χύσιν τῆς ἐν λόγῳ διδασκαλίας πρὸς σωτηρίαν ὁδὸς καὶ οἰκοδομὴ τῆς φυλῆς ὑπάρχει τοῦ Βενιαμίν. Τοιούτους γὰρ οἶδεν ὁ λόγος τοὺς ἐλευθερίαν λαμβάνοντας τῆς τῶν παθῶν αἰχμαλωσίας καὶ τῆς τῶν αἰσθητῶν ἐκβαίνοντας σχέσεως καὶ οἶκον τῷ Κυρίῳ, κατὰ τὴν ἕξιν τῆς ἀπαθείας γενομένους, οἰκοδομεῖν δυναμένους· οἶκον δὲ λέγω τὸν ἐξ ἀρετῶν διαφόρων καὶ λόγων κατά τε πρᾶξιν καὶ θεωρίαν οἰκοδομούμενον νοῦν εἰς κατοικητήριον Θεοῦ ἐν πνεύματι. Ἐχθροὶ δὲ τούτων εἰσὶ τὰ τέσσαρα ἔθνη τὰ μετοικισθέντα εἰς τὴν γῆν τοῦ Ἰσραὴλ ὑπὸ Ἀσβακαφὰθ βασιλέως Ἀσσούρ· οὖτος γὰρ πρῶτος εἰς τὴν γῆν τοῦ Ἰσραὴλ κατῴκισεν ἄνδρας Βαβυλωνίους καὶ ἄνδρας Χοὺθ καὶ ἄνδρας Αἱμὰθ καὶ τοὺς Εὐαίους.

Οἱ μὲν οὖν Βαβυλώνιοι(4) τὴν ὑπερηφανίαν δηλοῦσιν, 'συγκεχυμένη φρόνησις' ἑρμηνευόμενοι.

Χουθαῖοι(5) δὲ τὴν κενοδοξίαν, πρὸς τὴν ἄκαρπον οἴησιν ἀπὸ τῆς ἀρετῆς μεταβάλλοντες τὴν διάνοιαν 'ἔκστασις' γὰρ καὶ τούτων ἑρμηνευόμενον τὸ ὄνομα σημαίνει.

(14Γ_120> Οἱ δὲ ἄνδρες Αἱμὰθ(6) τὴν ἀνθρωπαρέσκειαν Αἱμὰθ γὰρ 'ὅρασις φαινομένων' ἑρμηνεύεται, δι᾽ ἧς τὰ ἁδρότερα τῶν λημμάτων τοῖς ψευδῶς μετιοῦσι δι᾽ ἀνθρώπους τὴν ἀρετὴν ἐπινενόηται.

Οἱ δὲ Εὐαῖοι(7) τὴν ἀπάτην δηλοῦσι τῆς ὑποκρίσεως· 'ὀφιώδεις' γὰρ ἑρμηνεύονται, κατὰ τὸν πρῶτον ὄφιν δι᾽ ἀπάτης καὶ ὑποκρίσεως φιλικῆς, ὡς τὸν Ἀδάμ, τοὺς πειθομένους ἀρετῆς ἐξοικίζοντες.

Ἀσβακαφὰθ δέ, ὁ τούτους εἰς τὴν γῆν τοῦ Ἰσραὴλ μετοικίσας, 'αἰχμαλωτεύων ὀπίσθιος' ἑρμηνεύεται, τουτέστιν ἀφανῶς ἢ λανθανόντως, ἢ πάλιν 'αἰχμαλωτεύων δεσμοῖς'. Οὗτος δὲ σαφῶς ἐστιν ὁ διάβολος, ὁ πάντα λανθανόντως ποιῶν πρὸς καθαίρεσιν τῆς ἀνθρωπίνης φύσεως καὶ σειραῖς ἕκαστον τῶν οἰκείων ἁμαρτιῶν διασφίγγων. Οὗτος εἰς τὴν γῆν τοῦ Ἰσραήλ, τὴν ἕξιν λέγω τῆς ἀρετῆς καὶ τῆς γνώσεως, μετῴκισε τὴν ὑπερηφανίαν καὶ τὴν κενοδοξίαν καὶ τὴν ἀνθρωπαρέσκειαν καὶ τὴν ὑπόκρισιν, παραζεύξας αὐτὰς τοῖς ἐναρέτοις τε καὶ γνωστικοῖς, ἵνα κλέψῃ τῶν κοπιώντων ἐν ἀγαθοῖς τοὺς πόνους, ἐπ᾽ ἄλλα παρὰ τὴν αἰτίαν τὸν σκοπὸν σοφιστικῶς ἀπάγων τῶν γινομένων(8).

Καὶ τάχα τούτους γινώσκων τοὺς πονηροὺς δαίμονας παρέπεσθαι τοῖς ἐναρέτοις ὁ θεῖος ἀπόστολος Κορινθίους ἔπειθε, γράφων ὡς οὐκ ἐν λόγῳ κολακείας γέγονε πρὸς αὐτούς, ὡς ὑποκριτής, τοῦτο τυχὸν ἐκείνων περὶ αὐτοῦ νομιζόντων, οὔτε προφάσει πλεονεξίας, ὡς ἀνθρωπάρεσκος, οὔτε ζητῶν δόξαν παρά τινος, ὡς κενόδοξος· τὴν γὰρ ὑπερηφανίαν παρεσιώπησεν, φανεροὺς ἔχων τῆς ταπεινοφροσύνης τοὺς ἀληθεῖς χαρακτῆρας τούς τε μυρίους διωγμοὺς καὶ τὰ τοῦ σώματος παθήματα καὶ τὴν ἄγαν ἀκτημοσύνην καὶ τὴν ἐν τῷ λόγῳ τῷ (14Γ_122> κατὰ προφορὰν ἰδιωτείαν· εἰ γὰρ καὶ ἰδιώτης τῷ λόγῳ, φησίν, ἀλλ᾽ οὐ τῇ γνώσει.

Οὗτοι, ἀκούσαντες τῆς φωνῆς τῶν σαλπίγγων, ἐληλύθασιν ἐπιγνῶναι τίς ἡ φωνή· καὶ ἐπέγνωσαν ὅτι οἱ ἐκ τῆς αἰχμαλωσίας οἰκοδομοῦσι τὸν ναὸν τῷ Κυρίῳ Θεῷ Ἰσραήλ. Σάλπιγγές εἰσιν(9), ὧν τῆς φωνῆς ἀκούουσιν οἱ ἀκάθαρτοι δαίμονες, οἱ περὶ ἀρετῆς καὶ γνώσεως λόγοι. Φωνὴ δὲ τούτων ὑπάρχει τῶν λόγων τὰ ἔργα τῶν