1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

74

σαρκώσεως δογμάτων λόγους. Πύλη γὰρ καὶ θύρα τῆς Ἐκκλησίας αὐτός ἐστι πάλιν ὁ λέγων ἐγώ εἰμι ἡ θύρα, ἡ τοὺς πύργους ἔχουσα, τουτέστι τὰ ὀχυρώματα τῶν περὶ σαρκώσεως θείων δογμάτων, πύλη· δι᾽ ὧν φρουρουμένους εἰς τὴν γωνίαν, τὴν Ἐκκλησίαν λέγω, δεῖ ποιεῖσθαι τοὺς καλῶς πιστεύειν βουλομένους τὴν εἴσοδον. Ὁ γὰρ τοῖς πύργοις τῶν θείων δογμάτων ὡς ἀληθείας ὀχυρώμασι καθωπλισμένος τοὺς ἐπηρεαστὰς οὐ φοβεῖται λόγους ἢ δαίμονας.

Καὶ ἐπὶ τὴν γωνίαν τῆς φάραγγος. Φάραγξ ἐστὶν ἡ σάρξ, γωνία δὲ ταύτης ἐστὶν ἡ πρὸς τὴν ψυχὴν κατὰ τὴν ἐν πνεύματι συνάφειαν ἕνωσις· ἐφ᾽ ἧς οἱ πύργοι, ἤγουν τὰ ὀχυρώματα τῶν ἐντολῶν, οἰκοδομοῦνται καὶ τὰ ἐπ᾽ αὐταῖς κατὰ τὴν διάκρισιν δόγματα, πρὸς τὸ φυλαχθῆναι τῆς σαρκὸς πρὸς τὴν ψυχὴν ἀδιάλυτον καθάπερ γωνίαν τὴν ἕνωσιν.

Καὶ ἐπὶ τῶν γωνιῶν ᾠκοδόμησε πύργους. Γωνίας τυχὸν εἶπεν ὁ λόγος τὰς διὰ Χριστοῦ γεγενημένας διαφόρους τῶν διῃρημένων κτισμάτων ἑνώσεις. Ἥνωσε γὰρ τὸν ἄνθρωπον, τὴν κατὰ τὸ ἄρρεν καὶ θῆλυ διαφορὰν τῷ πνεύματι μυστικῶς ἀφελόμενος καὶ τῶν ἐν τοῖς πάθεσιν ἰδιωμάτων καταστήσας ἐπ᾽ ἀμφοῖν ἐλεύθερον τὸν λόγον τῆς φύσεως. Ἥνωσεν δὲ καὶ τὴν γῆν, τὴν κατὰ τὸν αἰσθητὸν παράδεισον καὶ τὴν οἰκουμένην διώσας ἐξαλλαγήν. Ἥνωσεν δὲ καὶ τὴν γῆν καὶ τὸν οὐρανόν, μίαν ἀποδείξας πρὸς ἑαυτὴν νεύουσαν τὴν φύσιν τῶν αἰσθητῶν. (14Β_312> Ἥνωσεν δὲ καὶ τὰ αἰσθητὰ καὶ τὰ νοητά, καὶ μίαν ἀπέδειξεν οὖσαν τὴν τῶν γεγονότων φύσιν, κατά τινα λόγον μυστικὸν συναπτομένην. Ἥνωσεν δέ, κατὰ τὸν ὑπὲρ φύσιν λόγον τε καὶ τρόπον, καὶ τὴν κτιστὴν φύσιν τῇ ἀκτίστῳ. Καὶ ἐφ᾽ ἑκάστης ἑνώσεως ἤγουν γωνίας, τοὺς συνεκτικούς τε καὶ συνδετικοὺς τῶν θείων δογμάτων ὀχυρώσας, ᾠκοδόμησεν πύργους.

Καὶ ᾠκοδόμησεν πύργους ἐν τῇ ἐρήμῳ. Ἔρημός ἐστιν ἡ τῶν φαινομένων φύσις ἤγουν ὁ κόσμος οὗτος, ἐν ᾧ πύργους οἰκοδομεῖν πέφυκεν ὁ Λόγος, τὰς εὐσεβεῖς περὶ τῶν ὄντων δόξας τοῖς αἰτοῦσι δωρούμενος, τουτέστι τοὺς τῶν περὶ τῆς φυσικῆς θεωρίας δογμάτων ὀρθοὺς ἐν πνεύματι λόγους.

Καὶ ἐλατόμησε λάκκους πολλούς, ὅτι κτήνη πολλὰ ὑπῆρχε αὐτῷ ἐν Σεφιλᾷ καὶ ἐν τῇ πεδινῇ καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ, ὅτι γεωργὸς ἦν. Λάκκους λατομεῖ ὁ Κύριος ἐν τῇ ἐρήμῳ, λέγω δὲ τῷ κόσμῳ καὶ τῇ φύσει τῶν ἀνθρώπων, τὰς τῶν ἀξίων καρδίας ἐκχοΐζων καὶ ἀποκαθαίρων τοῦ ὑλικοῦ βάρους τε καὶ φρονήματος καὶ ποιῶν εὐρυχώρους πρὸς ὑποδοχὴν τῶν θείων τῆς σοφίας καὶ τῆς γνώσεως ὑετῶν, ἵνα ποτίζωσιν τὰ κτήνη τοῦ Χριστοῦ, τοὺς δεομένους λέγω, διὰ ψυχῆς νηπιότητα, τῆς ἠθικῆς διδασκαλίας.

Τά τε ἐν Σεφιλᾷ κτήνη. Σεφιλὰ ἑρμηνεύεται λεκάνη στενή. ∆ηλοῖ δὲ τοὺς διὰ τῶν ἀκουσίων καθαιρομένους πειρασμῶν καὶ λευκαινομένους τῶν κατὰ ψυχὴν καὶ σῶμα μολυσμῶν, δεομένους ποτισθῆναι καθάπερ ὕδωρ τὸν περὶ καρτερίας καὶ ὑπομονῆς λόγον.

Καὶ ἐν τῇ πεδινῇ· τοὺς τῷ πλάτει δηλονότι τῶν δεξιῶν πραγμάτων κατὰ ῥοῦν αὐτοῖς φερομένων εὐθηνουμένους ἢ τοὺς ἐν ἀρεταῖς εὐδρομοῦντας καὶ τῷ νόμῳ τῶν ἐντολῶν ἀπαθῶς πλατυνομένους, δεομένους καὶ αὐτοὺς ποτισθῆναι τὸν περὶ ταπεινοφροσύνης μεταδόσεώς τε καὶ συμπαθείας τῶν ἀσθενεστέρων (14Β_314> καὶ τῆς τῶν δοθέντων αὐτοῖς εὐχαριστίας λόγον.

Καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ. Ἀμπελουργοὶ μέν εἰσιν ἐν τῇ ὀρεινῇ οἱ τὸν θεῖον καὶ ἐκστατικὸν τῆς γνώσεως καὶ τῆς καρδίας εὐφραντικὸν ἐν τῷ ὕψει τῆς θεωρίας φιλοπονοῦντες λόγον. Οἱ δὲ ἐν τῷ Καρμήλῳ ἀμπελουργοὶ τυγχάνουσιν οἱ κατὰ θεωρίαν ὑψηλῶς τὸν περὶ τῆς τελείας καθάρσεως καὶ τῆς τῶν ὄντων παντελοῦς ἀφαιρέσεως ἀσκούμενοι λόγον. Ἐπίγνωσις γὰρ περιτομῆς ὁ Κάρμηλος ἑρμηνεύεται· ἐφ᾽ ὃν ὁ γεωργῶν ἄμπελον τὸν τῆς περιτομῆς μυστικὸν