1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

54

Εἰ δὲ καὶ τὸ ληπτότερον εἴποι τις ὅτι σάρξ ἐστιν ἡ διὰ τῶν ἀρετῶν ἑκούσιος νέκρωσις, αἷμα δὲ ἡ κατὰ περίστασιν ὑπὲρ τῆς ἀληθείας διὰ τοῦ θανάτου τελείωσις, ὀστᾶ δὲ τοὺς πρώτους καὶ ἡμῖν ἀνεφίκτους περὶ θεότητος λόγους, καλῶς καὶ οὗτος ἔφη καὶ τῆς πρεπούσης ἐννοίας οὐδαμῶς διαπέπτωκεν.

ΣΧΟΛΙΑ 1. Ἀπόῤῥητός ἐστι θεολογία, ἡ παντελής καθ᾿ ὑπεροχήν ἀγνωσία, ἥτις

τοσοῦτον ἠγνόηται, ὅσον ἔγνωσται τά φυσικῶς γινωσκόμενα. 2. Τό αἷμα εἰς τήν θέωσιν ἔλαβεν, ὡς ζωήν ἐσομένην τῶν ἀξιωθησομένων

αὐτῆς. Ζωῆς γάρ τό αἷμα σύμβολον. ΛS (36). ΠΕΡΙ ΤΟΥ ΤΙΝΑ ΕΙΣΙ ΤΑ ΤΩΝ ΘΥΟΜΕΝΩΝ ΖΩΩΝ ΣΩΜΑΤΑ. 36. ΕΡΩΤΗΣΙΣ ΛS' Τί ἐστι τὰ τῶν ἀλόγων ζῴων σώματα καὶ αἵματα, δι᾽ ὧν λατρεύοντες οἱ

Ἰσραηλῖται τὰ μὲν σώματα ἤσθιον τὰ δὲ αἵματα οὐκ ἔτι, πρὸς δὲ τὴν βάσιν κύκλῳ τοῦ θυσιαστηρίου προσέχεον;

(14Β_230> Ἀπόκρισις. Τῶν εἰσαγομένων πρὸς εὐσέβειαν τύπον ἔφερον οἱ πάλαι τῷ Θεῷ κατὰ τὸν

νόμον ἐν σκιᾷ λατρεύοντες, μόλις καὶ αὐτὰ τὰ φαινόμενα τῶν τυπικῶν συμβόλων διατάγματα νοῆσαι δυνάμενοι. Ἐπεὶ οὖν οὐκ ἐκείνοις προηγουμένως ἀλλ᾽ ἡμῖν ὁ νόμος ἐδόθη, κατὰ Χριστὸν πνευματικῶς δι᾽ ἡμῶν τελειούμενος, σκοπήσωμεν τῶν τότε θυμάτων μετὰ τῆς εὐσεβείας τὸν λόγον.

Ὁ πρὸς εὐσέβειαν εἰσαγόμενος, περὶ τῶν ἔργων διδασκόμενος τῆς δικαιοσύνης, τὴν πρᾶξιν μόνην ἐπιτελεῖ μετὰ πάσης ὑπακοῆς καὶ πίστεως, καθάπερ σάρκας ἐσθίων τῶν ἀρετῶν τὰ φαινόμενα, τοὺς δὲ τῶν ἐντολῶν λόγους, ἐν οἷς ἡ τῶν τελείων ὑπάρχει γνῶσις, τῷ Θεῷ παραχωρεῖ διὰ τῆς πίστεως, μὴ δυνάμενος τέως συνεπεκταθῆναι τῷ μήκει τῆς γνώσεως. Θεοῦ γὰρ σύμβολόν ἐστι τὸ θυσιαστήριον, ᾧ πάντες πνευματικῶς θυόμεθα καὶ τῶν ὑπὲρ δύναμιν παραχωροῦμεν τὴν εἴδησιν, ἵνα ζήσωμεν. Τῆς δὲ κατ᾽ αὐτὸν πίστεως τύπος ἐστὶν ἡ τοῦ θυσιαστηρίου βάσις. Θεμέλιος γὰρ ἡ πίστις ὑπάρχει, πᾶσαν τὴν οἰκοδομὴν τῶν θείων καὶ ἔργων καὶ νοημάτων βαστάζουσα· πρὸς ἣν πᾶς μὴ δυνάμενος τῆς ἐκ τοῦ θείου τῆς σοφίας κρατῆρος κατὰ τὴν γνῶσιν σωφρόνως ἀπολαῦσαι μέθης τῶν οὐκ ἐφικτῶν αὐτῷ γνώσεων καλῶς ποιῶν προσχέει τοὺς λόγους, τουτέστι τῶν ὑπὲρ δύναμιν λόγων τὴν γνῶσιν τῇ πίστει παραχωρῶν.

Ὡς οὖν τύπον τῶν κατ᾽ εὐσέβειαν εἰσαγομένων ὁ παλαιὸς λαὸς φέρων, ἐσθίοντες τῶν θυομένων τὰς σάρκας τὸ αἷμα πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου προσέχεον, οὐ δυνάμενοι διὰ τὸν νηπιάζοντα λογισμὸν τῆς τῶν γινομένων μυστικῆς ἐφικέσθαι γνώσεως. Χριστὸς δέ, παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, τὴν ἀπόρρητον θύων θυσίαν, ἑαυτὸν μετὰ τῆς σαρκὸς καὶ τὸ αἷμα δίδωσι τοῖς τὰ αἰσθητήρια τῆς ψυχῆς διὰ τὴν (14Β_232> τελειότητα γεγυμνασμένα ἔχουσι πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Ὁ γὰρ τέλειος, οὐ μόνον τὴν τῶν εἰσαγομένων τάξιν ἀλλὰ καὶ τὴν τῶν προκοπτόντων διαδραμών, οὐκ ἀγνοεῖ τῶν ὑπ᾽ αὐτοῦ κατ᾽ ἐντολὴν γινομένων τοὺς λόγους, ἀλλ᾽ ἐκείνους Πνεύματι πρῶτον διαπιών, πᾶσαν ἐσθίει διὰ τῶν ἔργων τὴν σάρκα τῶν ἀρετῶν, πρὸς τὴν κατὰ νοῦν γνῶσιν ἀναβιβάζων τὴν τῶν γινομένων κατ᾽ αἴσθησιν κίνησιν.

Εἰσὶ μὲν καὶ ἕτεροι πλεῖστοι λόγοι περὶ τούτων, ὑμῖν μάλιστα πρέποντες τοῖς φιλοθεωτάτοις· ἀλλὰ παρείσθωσαν νῦν διὰ τὸ πλῆθος.

ΣΧΟΛΙΑ 1. Τά φαινόμενα τῶν ἀρετῶν εἶπεν τήν ἠθικήν παιδαγωγίαν.