1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

33

ἔστι τό γινωσκόμενον, καὶ ποιοῦν τῇ κατά τήν στάσιν ταυτότητι Θεόν, τόν ἀξιούμενον τῆς θείας μεθέξεως.

8. Τῶν θείων φησίν ἀγαθῶν τύπους εἶναι τούς τε κατ᾿ ἀρετήν τρόπους, καί τούς τῶν ὄντων λόγους· οἷς ὁ Θεός διαπαντός ἄνθρωπος γίνεται, ὡς μὲν σῶμα τούς τρόπους ἔχων τῶν ἀρετῶν, ὡς δέ ψυχήν τούς ἐν πνεύματι λόγους τῆς γνώσεως, οἷς τούς ἀξίους θεοποιεῖ, χαρακτῆρα διδούς ἀρετῆς ἐνυπόστατον, καί ἀπλανοῦς γνώσεως ἐνούσιον χαριζόμενος ὕπαρξιν.

9. Πλοῦτον ἑρμήνευσεν εἶναι χρηστότητος, τήν εἰς ἡμᾶς τοῦ Θεοῦ διάθεσιν τῆς ἀγαθότητος.

ΚΓ (23). ΠΕΡΙ ΤΟΥ "ΚΑΙ ∆ΩΣΕΙ ΑΥΤΩ Ο ΘΕΟΣ ΤΟΝ ΘΡΟΝΟΝ ∆ΑΒΙ∆ ΤΟΥ

ΠΑΤΡΟΣ ΑΥΤΟΥ". 23. ΕΡΩΤΗΣΙΣ ΚΓ' Εἰ ∆αβὶδ τοῦ κατὰ σάρκα μόνου Ἰσραὴλ ἐβασίλευσεν, ὁ δὲ κατὰ σάρκα Ἰσραὴλ

τὴν τοῦ Χριστοῦ ἀπώσατο βασιλείανδιὸ καὶ μετῆλθεν ἐπὶ τὰ ἔθνη, πῶς κατὰ τὴν φωνὴν τοῦ ἀρχαγγέλου σταθήσεται τὸ καὶ δώσει αὐτῷ ὁ Θεὸς τὸν θρόνον ∆αβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας;

Ἀπόκρισις. Τοῦτο πάνυ μοι φαίνεται τὸ ἄπορον δήλην ἔχον καὶ φανερὰν τὴν διασάφησιν. Εἰ

γὰρ οὐ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ, οὐδ᾽ ὅτι εἰσὶ σπέρμα Ἀβραάμ, πάντες τέκνα, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται ὁ Θεὸς εἰς σπέρμα, καὶ ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται, δῆλον ὡς ὁ πιστὸς λαὸς καὶ δι᾽ ἔργων δικαιοσύνης καὶ ἀληθοῦς τῆς κατὰ τὴν πίστιν γνώσεως ὁρῶν τὸν Θεόν ἐστιν Ἰσραήλ, εἴτε κατὰ σάρκα φέρει τὸ γένος ἐξ Ἰσραήλ, εἴτε τῆς ἐθνικῆς ὑπάρχει μερίδος. Ὁ γὰρ τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν ἑαυτῷ φέρων τρανὸν καὶ ἄχραντον τὸν χαρακτῆρα τῆς πίστεως τῆς τοῦ ἀληθινοῦ Ἰσραὴλ οὐκ ἀπηλλοτρίωται κλήσεώς τε καὶ χάριτος.

Ἀλλὰ καὶ ∆αβὶδ αὐτὸς ὁ μακάριος τῶν ἐν Ἰσραὴλ πιστῶν εἶχε τὴν βασιλείαν. Ὅθεν ἅμα τῆς πίστεως κατέσβεσεν ἑαυτῷ τὸ φέγγος ὁ Ἰσραήλ, ἅμα καὶ τῆς τοῦ ∆αβὶδ εὐθὺς ἀπέστη βασιλείας. Ἄρ᾽ οὖν τὸν τοῦ ∆αβὶδ πνευματικὸν θρόνον καὶ τὴν νοητὴν τῶν λογικῶν ψυχῶν βασιλείαν καὶ τὸν πιστὸν οἶκον τοῦ Ἰακὼβ καὶ τὸ ἅγιον καὶ μέγα ἔθνος, ἐφ᾽ ὃν ἀντὶ τοῦ σωματικοῦ καὶ παραπικραίνοντος Ἰσραὴλ προφητικῶς χρηματίζων ὁ Θεὸς τῷ Μωυσῇ καταστήσειν αὐτὸν ἤτοι τὸν δι᾽ αὐτοῦ τυπικῶς νοούμενον ἐπηγγείλατο εἰπὼν "ἄφες με καὶ ἐξαλείψω τὸ ἔθνος 14Β_146 τοῦτο εἰσάπαξ καὶ καταστήσω σε εἰς ἔθνος μέγα καὶ φοβερὸν ἢ τοῦτο", ἀλλ᾽ οὐ τὸν ἄπιστον οἶκον τοῦ Ἰακὼβ καὶ παραπικραίνοντα, καὶ τὸ ἁμαρτωλὸν ἔθνος καὶ τὸ πονηρὸν σπέρμα καὶ τοὺς ἀνόμους υἱοὺς καὶ τοὺς ἄρχοντας Σοδόμων καὶ τὸν λαὸν Γομόρρας καὶ τοὺς ἀποστραφέντας ἀποστροφὴν πονηρὰν καὶ τὸν Κύριον ἐγκαταλιπόντας καὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ παροξύναντας καὶ τὸν Θεὸν οὐκ ἐπεγνωκότας οὐδὲ συνιέντας καὶ πληγέντας πληγὴν ἀπιστίας ἀνίατον καὶ μηδεμίαν δεχομένην λογικῆς ἰατρείας μέθοδον, ἀπιστίαν ψυχῆς θεραπεύουσανοὐαὶ γάρ, φησίν, ἔθνος ἁμαρτωλόν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι· ἐγκατελίπετε τὸν Κύριον καὶ παρωξύνατε τὸν ἅγιον τοῦ Ἰσραήλ. Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν; Οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους, οὐ τοὺς χωλάναντας ἐπ᾽ ἀμφοτέραις ταῖς ἰγνύαις καὶ τὴν ἀλήθειαν ἀπεστραμμένους καὶ ἐκβεβλημένους τῆς θείας κληρονομίας κατὰ τὸν Κάϊν καὶ Ἰσμαὴλ καὶ Ἡσαῦ καὶ Ῥουβὴμ καὶ Ἢρ καὶ Αὐνὰν καὶ Μανασσῆν καὶ Ἐλιὰφ καὶ Ἀμνών, τοὺς τῶν πατριαρχῶν τε καὶ προφητῶν πρωτοτόκους καὶ ἐκβεβλημένους καὶ ἀποδεδοκιμασμένουςφησὶ γὰρ υἱός μου πρωτότοκος Ισραήλ· οὐ γὰρ μονογενής·