1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

191

«Καὶ ἔπεσον», φησίν, «ἐπὶ τὸ αὐτὸ οἱ ἑπτά, καὶ ἐθανατώθησαν ἐν ἀρχῇ θερισμοῦ κριθῶν. Καὶ ἔλαβε Ῥεσφά, θυγάτηρ Ἔα, τὸν σάκκον καὶ διέστρωσεν αὐτὸν ἑαυτῇ ἐπὶ τὴν πέτραν, ἕως ἔσταξαν ἐπ᾽ αὐτοὺς ὕδατα Θεοῦ ἐξ οὐρανοῦ». Ῥεσφά, καθὼς ἔφην, ἔστιν ἑρμηνευομένη 'δρόμος στόματος,' ὅπερ ἐστὶν ἡ κατὰ μόνην τοῦ λόγου τὴν προφορὰν σωματικὴ τοῦ νόμου διδαχή· <ἣ> μετὰ τὸν θάνατον τῶν ἐξ αὐτῆς γεννωμένων παθῶν καὶ τὴν φανέρωσιν τὴν ἐν τῷ ὕψει γενομένην τῆς φυσικῆς θεωρίας(51) ἐν τῇ τοῦ καθ᾽ ἕκαστον καρδίᾳ τῶν αὐτῇ προκατειλημμένων, καθάπερ σάκκον, τὴν μετάνοιαν στρώννυσιν ἐπὶ τὴν πέτραν, λέγω δὲ τὸν λόγον τῆς κατὰ Χριστὸν πίστεως, τῶν ἐν Πνεύματι διὰ τῆς μετανοίας κατὰ Χριστὸν ἐπιμελουμένη θεσμῶν, ἔχουσα κατ᾽ ὀφθαλμοὺς ἡμέρας καὶ νυκτὸς διὰ τῆς μνήμης, ὡς τέκνα, τὴν ἐν σαρκὶ τοῦ νόμου προτέραν ἀγωγήν, ἕως στάξουσιν ὕδατα Θεοῦ ἐξ οὐρανοῦ, τουτέστιν ἕως καταπεμφθῶσιν αἱ θεῖαι τῶν Γραφῶν γνώσεις ἐκ τοῦ ὕψους τῆς πνευματικῆς θεωρίας(52), αἱ σβεστικαὶ μὲν τῶν παθῶν, ἀνανεωτικαὶ δὲ τῶν ἀρετῶν. Πέφυκε γὰρ ἡ τοῦ νόμου μάθησις, πρὸς (14Γ_404> Χριστόν, τὴν ἀληθῆ καὶ στερρὰν πέτραν, διὰ τῆς μετανοίας προσχωροῦσα, τὸν θεῖον τῆς πνευματικῆς τῶν Γραφῶν γνώσεως ὑετὸν ὑποδέχεσθαι, κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως ∆αβίδ, τουτέστι τοῦ 'ἰσχυροῦ τὴν ὅρασιν' νοῦ. Φησὶ γάρ· «καὶ ἐποίησε πάντα ὅσα ἐνετείλατο ὁ βασιλεύς. Καὶ ἐπήκουσεν ὁ Θεὸς τῇ γῇ μετὰ ταῦτα».

Οὐκοῦν ἡ τῶν θείων Γραφῶν μάθησις, κατὰ τὴν ἐντολὴν ∆αβὶδ τοῦ βασιλέως, τουτέστι τοῦ πνευματικοῦ νόμου ἢ τοῦ ἰσχυροῦ τὴν ὅρασιν νοῦ, διὰ μέσης τῆς μετανοίας, ἧς ὁ σάκκος ὑπάρχει σύμβολον, κατὰ τὴν πρᾶξιν τῶν ἀρετῶν ἐπὶ τὴν πέτραν, ἤγουν τὸν Χριστόν, μεταφερομένη, τὸν θεῖον ἐκκαλεῖσθαι τῆς γνώσεως πέφυκεν ὑετὸν ἐπακοῦσαί τε τὸν Θεὸν τῇ γῇ τῆς καρδίας εἴωθε δυσωπεῖν καὶ δοῦναι θείους χαρισμάτων ὄμβρους καὶ τῶν ἐν δικαιοσύνῃ καρπῶν χορηγῆσαι τὴν ἀφθονίαν καὶ λῦσαι, καθάπερ λιμόν, τὴν προλαβοῦσαν τῶν θείων ἀγνωσίαν καὶ ποιῆσαι χώραν πλήρη τῶν πνευματικῶν ἀγαθῶν τὴν ψυχήν, σίτῳ βρίθουσαν καὶ οἴνῳ καὶ ἐλαίῳ, τῷ μέν, ὡς λόγῳ πρακτικῆς γνώσεως, στηριζομένην(53), τῷ δέ, ὡς θείῳ πόθῳ καὶ ἀνανεωτικῷ τῆς κατ᾽ ἔφεσιν πρὸς Θεὸν ἐρωτικῆς ζέσεως, εὐφραινομένην(54), τῷ δέ, ὡς λείῳ καὶ ὁμαλῷ(55) καὶ διαυγεῖ καὶ φωτιστικῷ καὶ παντὸς γεώδους ἐλευθέρῳ κινήματος τῆς ἀπαθείας τρόπῳ τε καὶ λόγῳ, τὸ πρόσωπον ἱλαρυνομένην τῶν ἀρετῶν(56).

Ἀλλὰ καὶ ἡμεῖς κατὰ τὸν μέγαν ∆αβὶδ ἀφανίσωμεν τὸν Σαοὺλ ἐκ παντὸς ὁρίου Ἰσραήλ, τουτέστι τὸν γεώδη καὶ σωματικὸν τοῦ νόμου θεσμόν, ἤγουν τὸν ἰουδαϊκὸν τῆς λατρείας τρόπον ἢ τὸν ἐν μόνῳ τῷ ῥητῷ πρόχειρον τῆς ὅλης Γραφῆς καὶ σωματικώτερον νοῦν, ἐκ παντὸς τρόπου θεωρητικῆς μυσταγωγίας, καὶ μετέλθωμεν πρὸς τὴν πνευματικὴν τῶν νοουμένων (14Γ_406> ἐκθέωσιν, καὶ περιποιησώμεθα τοὺς Γαβαωνίτας, τουτέστι τοὺς κατὰ φύσιν τῶν ὄντων λόγους, οὓς ἀπαθεῖς διετήρησεν ὁ ἀληθινὸς κληροδότης τῶν θείων ἐπαγγελιῶν Ἰησοῦς, δι᾽ οὕς, ἀναιρουμένους ὑπὸ Σαούλ, τὸν θεῖον ἀνέσχε τῆς μυστικῆς γνώσεως ὑετὸν ὁ Θεός, καὶ ἀποκτείνωμεν δι᾽ αὐτῶν τῶν Γαβαωνιτῶν, τῆς φυσικῆς δηλαδὴ θεωρίας, ὥσπερ ἄνδρας ἑπτὰ τῶν υἱῶν Σαούλ, τὴν ἐμπαθῆ τοῦ νόμου πρόσυλόν τε καὶ χρονικὴν ἐκδοχήν, ἣν τίκτειν πέφυκεν ἡ Ῥεσφά, 'στόματος' ὑπάρχουσα 'δρόμος,' ὅπερ ἐστὶν ἡ σωματικὴ τοῦ νόμου μάθησις, καὶ ἡ Μερόβ, 'πλησμονὴ φάρυγγος' ἑρμηνευομένη, τουτέστιν ἡ τρυφὴ τῆς γαστρός, ἡ μὲν τὸν Μεμφιβοσθὲ τίκτουσα καὶ τὸν Ἑρμονθί, τὸν μὲν 'αἰσχύνη στόματος' ἑρμηνευόμενον, τὸν δὲ 'ἀνάθεμα αὐτῶν,' ἤγουν τὴν ἕξιν τῶν παθῶν καὶ τὴν ἐνέργειαν, ἡ δὲ τοὺς πέντε υἱοὺς τῷ Ἐσδριήλ, τῷ θεωρητικῷ δηλαδὴ τῆς ψυχῆς μέρει, τοὺς κατὰ παράχρησιν ἐμπαθεῖς πέντε τρόπους τῶν ἐν ἡμῖν αἰσθήσεων· οὓς διὰ τῆς φυσικῆς ἀναιροῦντες θεωρίας ὠργισμένον τὸν Θεὸν ἱλεούμεθα, πρὸς τὸ πνεῦμα μετενεχθέντες ἀπὸ τοῦ γράμματος, καὶ τοὺς θείους