1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

13

∆ιὸ προσφόρως ὑπαντᾷ πρῶτος αὐτοῖς ὁ τὸ κεράμιον βαστάζων τοῦ ὕδατος, σημαίνων δι᾽ ἑαυτοῦ πάντας τοὺς κατὰ τὴν πρακτικὴν φιλοσοφίαν τοῖς ὤμοις τῶν ἀρετῶν, ὡς ἐν κεραμίῳ, 14Β_064 τῇ νεκρώσει τῶν ἐπὶ γῆς μελῶν τοῦ σώματος φρουρουμένην βαστάζοντας τὴν διὰ τῆς πίστεως τῶν μολυσμῶν αὐτοὺς ἐκκαθαίρουσαν χάριν τοῦ Πνεύματος, εἶτα μετὰ τοῦτον δεύτερος ὁ τὸ ἀνώγαιον τὸ ἐστρωμένον δεικνὺς οἰκοδεσπότης, διδάσκων ὡσαύτως δι᾽ ἑαυτοῦ πάντας τοὺς κατὰ τὴν θεωρίαν τὸ ὕψος τῆς ἑαυτῶν καθαρᾶς καὶ μεγαλοφυοῦς διανοίας, ὥσπερ ἀνώγαιον, πρὸς ὑποδοχὴν τοῦ μεγάλου Λόγου θεοπρεπῶς γνωστικοῖς νοήμασί τε καὶ δόγμασι καταστρώσαντας. Ἡ δὲ οἰκία ἐστὶν ἡ κατ᾽ εὐσέβειαν ἕξις, πρὸς ἣν ὁ μὲν πρακτικὸς ὁδεύει νοῦς τὴν ἀρετὴν διέπων, δεσπόζει δὲ ταύτης, ὡς ἰδίαν λοιπὸν φύσει κτησάμενος, ὁ τῷ θείῳ φωτὶ τῆς μυστικῆς γνώσεως καταλαμπόμενος νοῦς καὶ διὰ τοῦτο, σὺν τῷ πρακτικῷ, τῆς ὑπερφυοῦς τοῦ Σωτῆρος Λόγου παρουσίας τε καὶ εὐωχίας ἀξιούμενος.

Εἷς μὲν οὖν ὁ ἄνθρωπος εἴρηται καὶ δύο, εἴπερ ὁ μὲν κεράμιον βαστάζων γέγραπται, ὁ δὲ οἰκοδεσπότης ἀνηγόρευται· εἷς μέν, ὡς ἔφην, τυχόν, διὰ τὴν μίαν φύσιν, δύο δὲ διὰ τὸ ταύτην τὴν φύσιν τοῖς πρακτικοῖς κατ᾽ εὐσέβειαν διῃρῆσθαι καὶ θεωρητικοῖς· οὓς πάλιν διὰ τοῦ Πνεύματος μιγνὺς ὁ Λόγος ἕνα καλεῖ τε καὶ ποιεῖ.

Εἰ δὲ καὶ εἰς τὸν καθέκαστον ἄνθρωπον θέλοι τις τὰ εἰρημένα θεωρῆσαι, τῆς ἀληθείας οὐκ ἐκβέβηκε. Πόλις γάρ ἐστιν ἡ τοῦ καθέκαστον ψυχή, εἰς ἣν διαπαντὸς ἀποστέλλονται, ὡς μαθηταὶ τοῦ Λόγου καὶ Θεοῦ, οἱ περὶ ἀρετῆς καὶ γνώσεως λόγοι. Ὁ δὲ τὸ κεράμιον βαστάζων τοῦ ὕδατός ἐστιν ὁ ἀνέχων τοῖς ὤμοις τῆς ἐγκρατείας ἀκαθαίρετον τὴν ἐν τῷ βαπτίσματι δοθεῖσαν χάριν τῆς πίστεως καρτερικὸς τρόπος τε καὶ λογισμός. Ἡ δὲ οἰκία ἐστὶν ἡ ἐκ πολλῶν καὶ διαφόρων, ὥσπερ λίθων, στερρῶν τε καὶ ἀνδρικῶν ἠθῶν τε καὶ λογισμῶν οἰκοδομηθεῖσα κατάστασίς τε καὶ ἕξις τῶν ἀρετῶν. Τὸ δὲ ἀνώγαιον ἡ πλατεῖα καὶ εὐρύχωρός ἐστι διάνοιά τε καὶ ἐπιτηδειότης τῆς γνώσεως, θείοις μυστικῶν τε καὶ ἀπορρήτων δογμάτων κατακοσμηθεῖσα θεάμασιν. Ὁ δὲ οἰκοδεσπότης ἐστὶν ὁ νοῦς ὁ τῷ 14Β_066 λαμπρῷ τῆς κατ᾽ ἀρετὴν οἰκίας καὶ τῷ ὕψει κάλλει τε καὶ μεγέθει τῆς γνώσεως ἐμπλατυνόμενος· πρὸς ὃν μετὰ τῶν αὐτοῦ μαθητῶν, τουτέστι τῶν περὶ φύσεως καὶ χρόνου πρώτων καὶ πνευματικῶν νοημάτων, ἐνδημῶν ὁ Λόγος ἑαυτὸν μεταδίδωσιν. Πάσχα γὰρ ἀληθῶς ἐστιν ἡ πρὸς τὸν ἀνθρώπινον νοῦν τοῦ Λόγου διάβασις, καθ᾽ ἣν τὸ πλῆρες ἅπασι χαρίζεται τοῖς ἀξίοις διὰ τῆς τῶν οἰκείων ἀγαθῶν μετοχῆς παραγινόμενος μυστικῶς ὁ τοῦ Θεοῦ Λόγος.

∆ (4). ΠΕΡΙ ΤΟΥ ΜΗ ΚΤΗΣΑΣΘΑΙ ∆ΥΟ ΧΙΤΩΝΑΣ. 4. ΕΡΩΤΗΣΙΣ ∆' Πῶς τοῖς μαθηταῖς ἐνετείλατο ὁ Κύριος μὴ κτήσασθαι δύο χιτῶνας, αὐτὸς

πέντε κεκτημένος κατὰ τὸν ἅγιον εὐαγγελιστὴν Ἰωάννην, ὡς ἐκ τῶν μερισαμένων αὐτὰ δῆλόν ἐστι. Καὶ τίνα ταῦτα τυγχάνει τὰ ἱμάτια;

Ἀπόκρισις. Ὁ Σωτὴρ οὐκ ἔσχε πέντε χιτῶνας ἀλλ᾽ ἕνα τὸν ἐπὶ τοῦ σώματος καὶ τὴν ἔξω

περιβολήν, ὧν τὸ μὲν ἐντὸς ἐπὶ τοῦ σώματος καλοῦσι χιτώνιον, τὴν ἔξω δὲ περιβολὴν προσαγορεύουσιν ἱμάτιον. Ἀλλὰ μυστικῶς τῷ ῥητῷ τῆς ἱστορίας τὸ τῆς θεωρίας ἄρρητον ὁ μέγας ἐξέδωκε διὰ τοῦ Πνεύματος εὐαγγελιστὴς Ἰωάννης, ἵνα τὸν ἡμέτερον νοῦν διὰ τῶν ἱστορουμένων ἐπὶ τὴν ἀλήθειαν ὁδηγήσῃ τῶν νοουμένων. Ὁ μὲν οὖν ἄνωθεν ὑφαντὸς διόλου χιτὼν τοῦ Σωτῆρος, ὃν οὐκ ἔσχισαν οἱ σταυρώσαντες, κἂν ἐκδύσαι συνεχωρήθησαν, ἡ διάλληλος τῶν ἀρετῶν ἀδιάστατός ἐστι συνοχή τε καὶ συμπλοκὴ καὶ παρ᾽ ἡμῶν τῷ λόγῳ κατάλληλος καὶ