1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

11

Ἐπειδὴ ἠγάθυνέ σε ὁ Θεὸς κελεῦσαί μοι ἅπερ εἶχον σεσημειωμένα τῶν ἀπορουμένων μοι κεφαλαίων γράψαι καὶ πέμψαι σοι, τὰ ἀναγκαιότερά μοι φανέντα προέταξα.

14Β_056 Α (1). ΠΕΡΙ ΛΥΠΗΣ ΚΑΙ Η∆ΟΝΗΣ ΚΑΙ ΕΠΙΘΥΜΙΑΣ ΤΕ ΚΑΙ ΦΟΒΟΥ. 1. ΕΡΩΤΗΣΙΣ Α' Τὰ πάθη αὐτὰ καθ᾽ αὑτὰ κακὰ ἢ παρὰ τὴν χρῆσιν κακά; Λέγω δὲ ἡδονὴν καὶ

λύπην, ἐπιθυμίαν καὶ φόβον, καὶ τὰ τούτοις ἑπόμενα. Ἀπόκρισις. Τὰ πάθη ταῦτα, ὥσπερ καὶ τὰ λοιπά, τῇ φύσει τῶν ἀνθρώπων προηγουμένως

οὐ συνεκτίσθη, ἐπεὶ καὶ εἰς τὸν ὅρον ἂν συνετέλουν τῆς φύσεως. Λέγω δέ, παρὰ τοῦ Νυσσαέως μεγάλου Γρηγορίου μαθών, ὅτι διὰ τὴν τῆς τελειότητος ἔκπτωσιν ἐπεισήχθη ταῦτα, τῷ ἀλογωτέρῳ μέρει προσφυέντα τῆς φύσεως· δι᾽ ὧν, ἀντὶ τῆς θείας καὶ μακαρίας εἰκόνος, εὐθὺς ἅμα τῇ παραβάσει διαφανὴς καὶ ἐπίδηλος ἐν τῷ ἀνθρώπῳ γέγονεν ἡ τῶν ἀλόγων ζῴων ὁμοίωσις. Ἔδει γάρ, τῆς ἀξίας τοῦ λόγου καλυφθείσης, ὑφ᾽ ὧν γνωμικῶς ἐπεσπάσατο τῆς ἀλογίας γνωρισμάτων ἐνδίκως τὴν φύσιν τῶν ἀνθρώπων κολάζεσθαι, σοφῶς εἰς συναίσθησιν τῆς λογικῆς μεγαλονοίας ἐλθεῖν οἰκονομοῦντος τοῦ Θεοῦ τὸν ἄνθρωπον.

Πλὴν καλὰ γίνεται καὶ τὰ πάθη ἐν τοῖς σπουδαίοις, ὁπηνίκα σοφῶς αὐτὰ τῶν σωματικῶν ἀποστήσαντες, πρὸς τὴν τῶν οὐρανίων μεταχειρίζονται κτῆσιν· οἷον, τὴν μὲν ἐπιθυμίαν τῆς νοερᾶς τῶν θείων ἐφέσεως ὀρεκτικὴν ἐργάσονται κίνησιν, τὴν ἡδονὴν δὲ τῆς ἐπὶ τοῖς θείοις χαρίσμασι τοῦ νοῦ θελκτικῆς ἐνεργείας εὐφροσύνην ἀπήμονα, τὸν δὲ φόβον τῆς μελλούσης ἐπὶ πλημμελήμασι τιμωρίας προφυλακτικὴν ἐπιμέλειαν, τὴν δὲ λύπην διορθωτικὴν ἐπὶ παρόντι κακῷ μεταμέλειαν, καὶ συντόμως 14Β_058 εἰπεῖν, κατὰ τοὺς σοφοὺς τῶν ἰατρῶν, σώματι φθαρτικοῦ θηρὸς τῆς ἐχίδνης τὴν οὖσαν ἢ μελετωμένην ἀφαιρουμένους λώβωσιν, τοῖς πάθεσι τούτοις πρὸς ἀναίρεσιν χρώμενοι παρούσης κακίας ἢ προσδοκωμένης, καὶ κτῆσιν καὶ φυλακὴν ἀρετῆς τε καὶ γνώσεως. Καλὰ οὖν, ὡς ἔφην, ταῦτα τυγχάνει διὰ τὴν χρῆσιν ἐν τοῖς πᾶν νόημα αἰχμαλωτίζουσιν εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.

Εἰ δὲ καὶ ἐπὶ Θεοῦ τι τούτων εἴρηται τῇ Γραφῇ ἢ ἐπὶ ἁγίων, ἐπὶ μὲν Θεοῦ, δι᾽ ἡμᾶς, ὡς ἡμῖν προσφυῶς διὰ τῶν ἡμετέρων παθῶν τὰς σωστικὰς ἡμῶν καὶ ἀγαθουργοὺς τῆς προνοίας προόδους ἐκφαίνοντος, ἐπὶ δὲ τῶν ἁγίων, ὡς οὐκ ἄλλως δυναμένων τὰς περὶ Θεὸν νοερὰς αὐτῶν σχέσεις τε καὶ διαθέσεις διὰ φωνῆς προενέγκαι σωματικῆς, χωρὶς τῶν ἐγνωσμένων τῇ φύσει παθῶν.

ΣΧΟΛΙΑ. 1. Ὅτι τούς δαφόρους περί ἡμᾶς τῆς προνοίας τρόπους τοῖς ἡμῖν ἐγνωσμένοις

πάθεσιν ἡ Γραφή διαπλάττεται. 2. Ὅτι τήν περί Θεόν ποιάν σχέσιν τῶν ἁγίων τοῖς ὀνόμασι τούτοις τούτοις ἡ

Γραφή διασημαίνει. Β (2). ΠΕΡΙ ΤΟΥ ΤΙ ΣΗΜΑΙΝΕΙ "Ο ΠΑΤΗΡ ΜΟΥ ΕΩΣ ΑΡΤΙ ΕΡΓΑΖΕΤΑΙ". 2. ΕΡΩΤΗΣΙΣ Β' Εἰ πάντα τὰ εἴδη τὰ συμπληροῦντα τὸν κόσμον ἐν ταῖς ἓξ ἡμέραις ὁ

δημιουργὸς ἐποίησεν, τί μετὰ ταῦτα ὁ Πατὴρ ἐργάζεται; Λέγει γὰρ ὁ Σωτὴρ ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Μή τι ἆρα τὴν τῶν ἅπαξ γεγονότων εἰδῶν συντήρησιν λέγει;