1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

113

πρὸς ἔκφανσιν, καὶ τῇ γονιμότητι πρὸς αὔξησιν τῶν ζητηθέντων καὶ ἐπιθυμηθέντων καὶ στερχθέντων καὶ γνωσθέντων καὶ ἐκφανθέντων καλῶν. Γίνεται γοῦν ἡ ἑκατοντάς, κατὰ τὸν νόμον δεκαπλουμένη τῆς φύσεως, χιλιάς. Τετάρτη δὲ προκοπή ἐστιν ἡ διὰ θεωρίας καὶ γνώσεως τοῦ φυσικοῦ νόμου κατὰ τὴν ἀποδοθεῖσαν διαίρεσιν πρὸς τὸν ἑκάστης ἐντολῆς ἀρχικώτερον λόγον ἀνάβασις, καθ᾽ ἣν ἡ μυριὰς συναγομένη θεωρεῖται, τῷ τῆς πρώτης μονάδος στοιχείῳ γνωριζομένη.

Ὁ γὰρ ἁπλῶς ἐνεργήσας τὰς ἐντολάς, καὶ πάλιν κατὰ τὴν ἑκάστης ἐνέργειαν τὰς ἄλλας συμπαραλαβών, καὶ αὖθις τῇ περιλήψει τούτων τὴν τοῦ φυσικοῦ νόμου συζεύξας διάκρισιν, καὶ τοῦτον πάλιν πρὸς τὸν ἑκάστης ἐντολῆς λόγον γνωστικῶς ἀναβιβάσας τὰς τέσσαρας μυριάδας συνήγαγεν, καθ᾽ ἑκάστην προκοπὴν τῷ τῆς μονάδος τιμηθεὶς μυστηρίῳ, πρὸς ἣν ὁ τῆς μυριάδος συνάγεται λόγος.

Ἢ πάλιν, τὰς λεγομένας τέσσαρας γενικὰς ἀπαθείας αἱ τέσσαρες μυριάδες σημαίνουσιν. Πρώτη γάρ ἐστιν ἀπάθεια(15) ἡ παντελὴς ἀποχὴ τῶν κατ᾽ ἐνέργειαν κακῶν, ἐν τοῖς εἰσαγομένοις θεωρουμένη, δευτέρα(16) δὲ ἡ παντελὴς κατὰ διάνοιαν περὶ τὴν τῶν κακῶν συγκατάθεσιν ἀποβολὴ λογισμῶν, ἐν τοῖς μετὰ λόγου τὴν ἀρετὴν μετιοῦσι γινομένη, τρίτη(17) ἡ κατ᾽ ἐπιθυμίαν περὶ τὰ πάθη παντελὴς ἀκινησία ἐν τοῖς διὰ τῶν σχημάτων τοὺς λόγους νοητῶς θεωμένοις τῶν ὁρωμένων, τετάρτη ἀπάθεια(18) ἡ καὶ αὐτῆς τῆς ψιλῆς τῶν παθῶν φαντασίας παντελὴς κάθαρσις, ἐν τοῖς διὰ γνώσεως καὶ θεωρίας καθαρὸν καὶ διειδὲς ἔσοπτρον τοῦ Θεοῦ ποιησαμένοις τὸ ἡγεμονικὸν συνισταμένη.

Ὁ τοίνυν καθάρας ἑαυτὸν ἐνεργείας παθῶν καὶ τῆς ἐπ᾽ αὐτοῖς κατὰ διάνοιαν συγκαταθέσεως ἐλευθερώσας καὶ τῆς περὶ αὐτὰ κατ᾽ ἐπιθυμίαν κινήσεως στάσιν λαβὼν καὶ τῆς αὐτῶν (14Γ_068> ψιλῆς φαντασίας τὸν νοῦν καταστήσας ἀμόλυντον τὰς τέσσαρας μυριάδας ἔχων ἐξέρχεται τῆς ὕλης καὶ τῶν ὑλικῶν, καὶ πρὸς τὴν θείαν καὶ εἰρηνικὴν τῶν νοητῶν ἐπείγεται λῆξιν.

Οὕτω μὲν οὖν νοείσθωσαν ἡμῖν αἱ τέσσαρες μυριάδες. Αἱ δὲ τρεῖς χιλιάδες(19) τὸν τέλειον καὶ ὀρθὸν καὶ εὐσεβῆ περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος θεολογικὸν σημαίνουσιν λόγον, καθ᾽ ὃν ἡ ἁγία τρισυπόστατος μονὰς εἷς παρ᾽ ἡμῶν ὑμνεῖται Θεὸς καὶ πιστεύεται.

Οἱ δὲ τριακόσιοι τὸν περὶ προνοίας ἐνταῦθα παραδηλοῦσι λόγον, οὐχ ὅτι μόνον τῷ σχήματι τοῦ γράμματος(20) ἡ ἄνωθεν ἐπὶ τὰ κάτω διήκουσα καὶ τῶν ἑκατέρωθεν πλαγίων τὰ ἄκρα περιλαμβάνουσα σημαίνεται δύναμιςὅπερ τὴν τὸ πᾶν διασφίγγουσαν ἀρρήτως δηλοῖ πρόνοιαν, ἀλλ᾽ ὅτι καὶ τῷ τοῦ σταυροῦ τύπῳ τετίμηται, ἐν ᾧ τὸ μέγα καὶ πρῶτον καὶ ἀπόκρυφον τῆς προνοίας ἐπετελέσθη μυστήριον. Προνοίας γὰρ καθέστηκε τρόπος ἀπόρρητος τὸ μέγα τῆς ἐνανθρωπήσεως τοῦ Θεοῦ μυστήριον· ᾧ τύπῳ μετὰ τοῦ ὀνόματος τοῦ ἐπ᾽ αὐτοῦ δι᾽ ἡμᾶς προσηλωθέντος τάχα θαρρήσας ὁ μέγας πατριάρχης Ἀβραὰμ μετὰ τριακοσίων δέκα καὶ ὀκτώ, τουτέστι τύπου καὶ ὀνόματος Ἰησοῦ, τὰς δηλουμένας διὰ τῶν βασιλέων ἀντικειμένας ἐξελθὼν κατεπάλαισε δυνάμεις. Πολλάκις γὰρ οἶδεν ἡ Γραφὴ καὶ ἐκ τῶν ἐν τοῖς γράμμασι σχημάτων τὸν ἴδιον φανερῶσαι σκόπον τοῖς ἐπὶ τούτῳ καθαιρομένοις.

Εἰ δὲ καὶ ἐκ τοῦ ἀριθμοῦ βούλεταί τις τὸ βούλημα σκοπῆσαι τῆς ἁγίας Γραφῆς, καὶ οὕτω τὴν πρόνοιαν δι᾽ αὐτοῦ μηνυομένην εὑρήσει προνοίας γὰρ ἔργον οὐ μόνον κατὰ τὸν ἑαυτῆς τοῦ εἶναι λόγον φυλάξαι τὴν φύσιν ἀμείωτον, ἀλλὰ καὶ κατὰ τὸν ἐπίκτητον τοῦ εὖ εἶναι χάριτι λόγον ἀνελλιπῶς ἔχουσαν δεῖξαι. Οὐκοῦν τοῖς διακοσίοις τὰ ἑκατὸν συνάψας τις ἀποτελεῖ τὸν τριακόσια, δηλοῦντα φύσιν καὶ ἀρετήν. Φασὶν γὰρ τὸν διακόσια (14Γ_070> πολλάκις σημαίνειν ἀριθμὸν τὴν φύσιν, ὡς ἐξ ὕλης καὶ εἴδους ὑπάρχουσαν, εἴπερ ἡ ὕλη τετραδικὴ διὰ τὰ τέσσαρα στοιχεῖα, τὸ δὲ εἶδος πενταδικὸν διὰ τὴν αἴσθησιν τὴν τὸ ὑλικὸν πρὸς εἶδος σχηματίζουσαν