1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

168

ἀπλήστου θηρός, τοῦ διαβόλου, καταποθεῖσαν καὶ τὸ ὕδωρ πανταχόθεν τῶν ἐν κακίᾳ πειρασμῶν περιχυθὲν (14Γ_306> δεξαμένην ἕως ψυχῆς, ὡς περισχεθεῖσαν δηλαδὴ τοῖς πειρασμοῖς τὴν ζωὴν καὶ ὑπὸ τῆς ἐσχάτης ἀβύσσου κυκλωθῆναι, τουτέστιν ὑπὸ τῆς παντελοῦς ἀγνοίας καταδεθεῖσαν τὸν νοῦν καὶ περικλυσθῆναι τῷ πολλῷ βάρει τῆς κακίας τὸν λογισμόν, καὶ καταδῦσαν τὴν κεφαλὴν εἰς σχισμὰς ὀρέων, τουτέστι τὸν πρῶτον κατὰ τὴν πίστιν περὶ μονάδος λόγον(7), ὡς κεφαλὴν τοῦ παντὸς σώματος τῶν ἀρετῶν, ὡς εἴς τινας σχισμὰς ἀφεγγεῖς ὀρέων τὰς διανοίας τῶν πονηρῶν δυνάμεων κατακλεισθεῖσαν καὶ εἰς πολλὰς δόξας καὶ φαντασίας καταμερισθεῖσανσχισμὰς γὰρ ὀρέων τῶν ἐν τῷ βάθει που τῆς ἐσχάτης ἀβύσσου τῆς ἀγνοίας κειμένων τῆς πονηρίας πνευμάτων περὶ πλάνην ἐννοίας εἶπεν ὁ λόγος, καὶ κατελθοῦσαν εἰς τὴν γῆν(8), ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι, τουτέστι πρὸς τὴν πάσης αἰσθήσεως θείας ἔρημον καὶ ζωτικῆς κινήσεως ἀρετῶν ἐστερημένην κατενεχθεῖσαν ἕξιν, τὴν μηδεμίαν παντελῶς ἔχουσαν αἴσθησιν ἀγαθότητος καὶ Θεοῦ κατ᾽ ἔννοιαν ἐφέσεως κίνησιν· ἐφ᾽ ἧς βέβηκεν, καθάπερ ἄβυσσος(9), τῆς ἀγνοίας ὁ ζόφος καὶ τὸ ἀνείκαστον βάθος τῆς κακίας, καὶ τὰ ὄρη τῆς πλάνης ἐρρίζωται, τὰ πνευματικὰ λέγω τῆς πονηρίας· ὧν πρότερον ταῖς σχισμαῖς εἰσδῦσα γέγονεν ὕστερον βάσις διὰ τὴν κακίστην ἕξιν ἡ φύσις τῶν ἀνθρώπων, ὡς δεκτικὴ τῆς αὐτῶν πλάνης καὶ πονηρίας· τὴν ἔχουσαν, καθάπερ αἰωνίους μοχλούς(10), τὰς ἐνδιαθέτους προσπαθείας τῶν ὑλικῶν, τὰς οὐκ ἐώσας τὴν διάνοιαν, τοῦ σκότους τῆς ἀγνοίας ἀπαλλαγεῖσαν, τὸ φῶς ἰδεῖν τῆς ἀληθοῦς ἐπιγνώσεως· ἥντινα τυχὸν ἕξιν, ὡς μικρῷ πρόσθεν ἔφην, ὁ μέγας Ἰὼβ αἰνιττόμενος ἔφη· «γῆν σκοτεινὴν καὶ γνοφεράν», γῆν σκότους αἰωνίου· σκοτεινὴν μέν, ὡς πάσης ἀληθοῦς ἔρημον γνώσεώς τε καὶ θεωρίας, γνοφερὰν δέ, ὡς πάσης ἀρετῆς ἐστερημένην καὶ πράξεως· ἐν ᾗ, φησίν, «οὐκ ἔστι φέγγος», δηλαδὴ γνώσεως καὶ ἀληθείας(11), «οὐδὲ ὁρᾶν ζωὴν βροτῶν», τὴν λογικοῖς δηλονότι πρέπουσαν ἀγωγήν.

(14Γ_308> Ἐν τούτοις μὲν γίνεται τυχόν, ὁπηνίκα τὰ πάθη τυπῶν ἐν ἑαυτῷ τῆς ἀνθρωπότητος ὁ προφήτης, εἰς ἅπερ ἐλεεινῶς ἑαυτὴν κατεσκέδασεν, τὰ τῆς κοινῆς οἰκειούμενος φύσεως, καὶ ἐφαρμόζεται δεόντως αὐτῷ, τυποῦντι τὸν Ἀδάμ, τῆς προσηγορίας ὁ νοῦς, 'φυγὴ κάλλους' ἑρμηνευόμενος. Ἡνίκα δὲ τὸν δι᾽ ἡμᾶς ἐν τοῖς ἡμῶν καθ᾽ ἡμᾶς διὰ σαρκὸς νοερῶς ἐψυχωμένης χωρὶς μόνης ἁμαρτίας γενόμενον Θεὸν προδιατυποῖ καὶ τὸ τῆς οἰκονομίας καὶ τῶν κατ᾽ αὐτὴν παθημάτων προδιαγράφει μυστήριον, τὴν μὲν ἀπ᾽ οὐρανῶν εἰς τὸν κόσμον τοῦτον σημαίνει κάθοδον διὰ τῆς ἐξ Ἰόππης εἰς τὴν θάλασσαν μεταβάσεως(12), τὸ δὲ τοῦ θανάτου καὶ τῆς ταφῆς καὶ τῆς ἀναστάσεως μυστήριον ὑπὸ τοῦ κήτους δηλοῖ καταπινόμενος καὶ μετὰ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἀπαθὴς ἐκδιδόμενος, καὶ διὰ τοῦτο προσφόρως κατὰ τὴν τῆς κλήσεως δύναμιν 'ἀνάπαυσις' καὶ 'ἴασις Θεοῦ' καὶ 'Θεοῦ χάρις αὐτοῖς,' τυχὸν δὲ καὶ 'πόνος Θεοῦ' διὰ τὸ πάθος τὸ ἑκούσιον, καλῶς ὀνομαζόμενος. Τὴν γὰρ ἀληθινὴν τῶν ἐν ὀδύναις κεκοπωμένων ἀνάπαυσιν(13) καὶ τὴν ἴασιν τῶν συντετριμμένων καὶ τὴν χάριν τῆς τῶν ἁμαρτημάτων ἀφέσεως Χριστὸν Ἰησοῦν τὸν ἀληθινὸν Θεὸν ὁ προφήτης διὰ τῶν οἰκείων δραμάτων μυστικῶς προδιέγραψεν. Αὐτὸς γὰρ ὁ Κύριος ἡμῶν καὶ Θεός, γενόμενος ἄνθρωπος καὶ τῷ πελάγει τοῦ βίου τοῦ καθ᾽ ἡμᾶς ἐνδημήσας, ὡς ἀπ᾽ οὐρανοῦ τῆς Ἰόππης, ἑρμηνευομένης 'κατασκοπὴ χαρᾶς,' εἰς τὴν θάλασσαν τοῦδε τοῦ βίου, κατὰ τὸ γεγραμμένον «ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας», καὶ εἰς τὴν καρδίαν τῆς γῆς, ἔνθα διὰ τοῦ θανάτου καταπιὼν ἡμᾶς εἶχεν ὁ πονηρὸς καθειργμένους, καταβὰς ἑκουσίως, καί, διὰ τῆς ἀναστάσεως ἀνασπάσας, πρὸς οὐρανὸν ὅλην τὴν κεκρατημένην φύσιν ἀναγαγών, ἀνάπαυσις ἡμῶν κατ᾽ ἀλήθειαν ὑπάρχει καὶ ἴασις καὶ χάρις(14), ἀνάπαυσις μέν, ὡς τὸν νόμον τῆς ἐν σαρκὶ (14Γ_310> διὰ τὴν πρόσκαιρον ζωὴν περιστατικῆς λύων δουλείας, ἴασις δέ, ὡς τὸ σύντριμμα