1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

61

ὄντων διακοσμήσεως κελεύσει τοῦ Λόγου ἀντλοῦντας τὸ ὕδωρ τῆς γνώσεως, οὐ διαπέπτωκεν, ὡς οἶμαι, τῆς ἀληθείας.

(14Β_258> Νυμφίος δὲ προδήλως ἐστὶν ὁ ἀνθρώπινος νοῦς, ὡς νύμφην ἀγόμενος πρὸς συζυγίαν τὴν ἀρετήν· ὧν τιμῶν τὴν συμβίωσιν παραγίνεται προθύμως καλούμενος ὁ Λόγος, διασφίγγων αὐτῶν τὴν τοῦ πνευματικοῦ γάμου συναλλαγὴν καὶ τῷ ἰδίῳ οἴνῳ πνευματικῶς διαθερμαίνων αὐτῶν πρὸς πνευματικὴν πολυγονίαν τὴν ἔφεσιν.

Μήτηρ δὲ τοῦ Λόγου καθέστηκεν ἡ ἀληθὴς καὶ ἀμόλυντος πίστις. Ὡς γὰρ τῆς τεκούσης αὐτὸν κατὰ σάρκα μητρός, ὡς Θεός, ὑπάρχει κατὰ φύσιν δημιουργὸς ὁ Λόγος, ἣν ἐποιήσατο μητέρα διὰ φιλανθρωπίαν, ἐξ αὐτῆς ὡς ἄνθρωπος γεννηθῆναι καταδεξάμενος, οὕτως ἐν ἡμῖν πρότερον τὴν πίστιν δημιουργῶν ὁ Λόγος ὕστερον γίνεται τῆς ἐν ἡμῖν πίστεως υἱός, ἐξ αὐτῆς κατὰ τὴν πρᾶξιν ταῖς ἀρεταῖς σωματούμενος, δι᾽ ἧς πάντα διανύομεν, παρὰ τοῦ Λόγου λαμβάνοντες τὰ πρὸς σωτηρίαν χαρίσματα. Χωρὶς γὰρ τῆς πίστεως, ἧς καὶ Θεὸς κατὰ φύσιν ὑπάρχει καὶ Υἱὸς κατὰ χάριν ὁ Λόγος, οὐδεμίαν ἔχομεν παρρησίαν τὰς πρὸς αὐτὸν ποιεῖσθαι δεήσεις.

Ἀλλὰ γένοιτο διαπαντὸς ἡμᾶς τε τὸν τοιοῦτον συγκροτεῖν γάμον, καὶ μετὰ τῆς ἰδίας μητρὸς παραγίνεσθαι τὸν Ἰησοῦν, ἵνα τὴν ἀπορρυεῖσαν ἡμῶν διὰ τὴν ἁμαρτίαν ἀποκαταστήσῃ γνῶσιν, καὶ μεταβάλῃ ταύτην πρὸς τὴν ἐξοικίζουσαν τὸν νοῦν τῆς τῶν ὄντων γενέσεως θέωσιν, τὴν στομοῦσαν καὶ οἱονεὶ νευροῦσαν πρὸς ἀτρεψίαν, καθάπερ ὕδωρ τονούμενον οἴνου ποιότητι, τὴν γνῶσιν τῆς φύσεως.

ΣΧΟΛΙΑ 1. ∆ύναμιν λέγει, τήν οὐσιωδῶς μέν κατεσπαρμένην τῇ φύσει πρός ἀρετῶν

ἐνέργειαν κίνησιν, γνωμικῶς δέ πρός τήν τοῦ κεκτημένου βούλησιν, κατά τήν χρῆσιν ἐκφαινομένην.

2. Τήν κενωθεῖσαν τῆς δοθείσης γνώσεως φύσιν, γενόμενος ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος, πάλιν ἐπλήρωσε γνώσεως· καί στομώσας πρός ἀτρεψίαν, οὐ φύσει, ποιότητι δέ ταύτην ἐθέωσεν, ἀνελλιπῶς αὐτήν τῷ οἰκείῳ χαρακτηρίσας Πνεύματι, (14Β_260> καθάπερ ὕδωρ οἴνου ποιότητι πρός τόνον μετακεράσας. ∆ιά τοῦτο γάρ καί γίνεται κατ᾿ ἀλήθειαν ἄνθρωπος, ἵνα κατά χάριν ἡμᾶς καταστήσῃ θεούς.

3. Καλόν οἶνον λέγει τόν πρός θέωσιν ἐκστατικόν τῆς φύσεως λόγον· ὅν ἡ παράβασις μέν τῷ Ἀδάμ πιεῖν οὐ συνεχώρησεν· αὐτός δέ χάριτι διά φιλανθρωπίαν ὡς Θεός ἑαυτόν κενώσας, ὕστερον διά τῆς σαρκώσεως, ὡς οἶδεν μόνος αὐτός, κατέστησεν πότιμον. Αὐτός γάρ ἐστι καί πρόνοια, ὡς συνοχή τῶν ὄντων· καί προνοίας Λόγος, ὡς μέθοδος τῆς τῶν προνοουμένων ἰατρείας· καί προνοητής, ὡς πάντα τοῖς ἑαυτῶν τοῦ εἶναι λόγοις συνέχων.

4. Τῆς μέν τῶν σωματικῶν καί ἀσωμάτων γνώσεως δεκτική κατά φύσιν ἐστίν ἡ τοῦ νοῦ δύναμις, φησίν· τῆς δέ τῆς ἁγίας Τριάδος κατά μόνην τήν χάριν δέχεται τάς ἐμφάσεις, ὅτι ἔστι μόνον πιστεύουσα· ἀλλ᾿ οὐ, τίποτε κατ᾿ οὐσίαν ἐστί, ζητεῖν αὐθαδιζομένη.

5. Ὅτι καί ἡ καθ᾿ ὅλου δύναμιν τῆς φύσεως, εἰς ἕξ διαιρεῖται τρόπους καί ἐνεργείας· καί ἡ καθ᾿ ὅλου ἀγάπη, εἰς ἕξ ἀρετῶν εἴδη μερίζεται. Πεῖναν γάρ, καί δίψαν, καί γύμνωσιν, καί ξενιτείαν, καί ἀσθένειαν, καί φυλακήν, τῶν τούτοις κατειλημμένων, εἴτε σωματικῶς, εἴτε πνευματικῶς ὁ παραμυθούμενος, τήν ἐκ τῶν ἕξ ἀρετῶν συνισταμένην πεπλήρωκεν πρός τε τόν Θεόν καί τόν πλησίον ἀγάπην· ὡς μόνῳ Θεῷ πεποιωμένην τῆς ψυχῆς διατηρήσας τήν ἔφεσιν.

6. Αἰτίαν τοῦ Λόγου φησί τόν Θεόν· ὅν ζητεῖν, τοῦ λόγου τήν δύναμιν ὁ ἄνθρωπος εἴληφεν.

7. Εἰς ταῦτα τὸ τῆς ἀγάπης διαιρεῖται χρῆμα, ἐν οἷς καὶ συνίσταται.